Oratio 42

Libanius

Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

καὶ οὐκ ἂν ἦν πάνυ δεινόν, εἰ τὴν φωνὴν ἀδικῶν ἐν τοῖς ἄλλοις ἐτίμα τὸ δίκαιον, ἀλλὰ τίς μὲν λοιμὸς ὅσους οὗτος Φοινίκων ἀπήνεγκ·ε; τίνος δὲ οὐ λοιμοῦ δεινότερος τῇ Παλαιστίνῃ κατέστη; ἡ δὲ πλειόνων ἐθνῶν ἀρχὴ ποίων οὐκ ἐγένετο βαρυ- τἐρα πολέμων; ὢ πόσον αἱμα τὴν γῆν ἔχρωσεν; ὢ πόσα ξίφη δι’ αὐχένων ἔδραμεν; ὤ πόσοι τάφοι τοῖς ἀρχαίοις προσετέθησαν; ὢ πληγῶν θανάτους τε ἐργαζομένων καὶ οὐδὲ νῦν] παυομένων. ὢ πληγῶν ἃς ἐπεῖδεν Ἥλιος διὰ παντὸς τοῦ τῆς ἡμέρας μέτρου. ὢ φυγῶν. ὢ δεσμῶν. ὢ παθημάτων τῶν μὲν παρόντων, τῶν δὲ ἐλπιζομένων, τῶν μὲν πιεζόντων, τῶν δὲ δειματούν- των. ὢ λόγων ἀτιμίας. ὢ | τιμωμένης ἀμαθίας. [*](R II 413) ὢ χαρίτων ἀδίκων. ὢ πόλεων εἰς οὐδὲν δέον μετα- πεποιημένων. ὢ βλάβης μὲν τῆς ἐν τοῖς καθαιρου- μένοις, βλάβης δὲ τῆς ἐν τοῖς ποιουμένοις.

οὐδ’ ἂν εἷς δύναιτο, φησὶν ὁ Δημοσθένης, ἐφικέσθαι τῶν ἐν ταῖς ἀρχαῖς τούτου κακῶν. διὸ πεπαυ- μένου μὲν ἑορτάζοντας ἦν ἰδεῖν τοὺς ἀπηλλαγμένους, [*](10 cf, t. I 177, 14 sq. 12 cf t. II 467,5 R 21 Dem. cor. p. 361,24 23 cf. t. 180,19 sq.) [*](2 λόγους δὲ ἀντὶ νόμων V | τοῦτ’ scripsi e CAPVAV τοῦτο IBM edd Ι ἔνι scripsi ἐν libri edd | αὑτῷ V 3 ἡδονῆς B τροφῆς Bong 7 ὅσος C 8 λιμοῦ? Ι βαρύτερος ΙΒΜ Bong 10 sq. ὦ Re Ι ἔχρωσε Ι 13 νῦν inser Re cancellavi num τότε? 16 θανατούντων Α sed γρ δειματούντων in marg, IBMV Bong 17 λόγων Ρ sed ω in ras m4 19 ποιουμένοις ΙΒΜ Bong 20 βλάβης—ποιουμένοις om V | καθαιρουμένοις ΙΒΜ Bong 21 φησὶ Δημοσθένης Bong)

328
εἰσιόντος δὲ θρηνοῦντας τοὺς δεξομένους. καὶ τό γε τοῖς φάσκουσιν οὐκ εἶναι θεοὺς συναγωνιζόμενον τοῦτο ἔστιν. εἰ γὰρ ἦσαν, λέγουσι, κἂν ἐκήδοντο τῆς γῆς, κηδομένων δὲ τῆς γῆς οὐκ ἂν οὗτος ἦρχεν. ὃς ὅταν παρὰ σοῦ τοῦτο οὐκ ἔχῃ, δίδωσιν αὐτὸς αὑτῷ πλέον ἔχειν ἀξιῶν τῶν ἐν ταῖς ἀρχαῖς ὄντων. καὶ ταῦτα οἶδε καλώς ἡ Φοινίκη καὶ μαρτυρή- σειεν ἄν, εἰ θεὸν ἐγγυητὴν ὑπὲρ τοῦ μέλλοντος λάβοι χρόνου.

43. Ἀρχέτω μὲν οὖν, εἰ βούλει, τῆς δὲ ὕβρεως δότω δίκην, ἣν ὕβρισε μὲν Θαλάσσιον, ὕβρισε δὲ ἐμὲ τὴν διὰ τῆς εἰκόνος τιμὴν ἐλέγχων δεικνὺς ἄλλο τι βουλομένην, ἀλλ’ οὐχ ὅπερ ἔφασκεν. ἐν γὰρ τοῖς δευ- [*](R II 414) τέροις | ὁρᾶται τὰ πρότερα. τιμῆς μὲν γὰρ τὰ περὶ τὴν εἰκόνα πεποιηκυίας κατεῖχεν ἂν ὀπτᾶτον, τῇ δὲ εἰκόνι ταύτης οὐκ οὔσης τῆς αἰτίας ἠκολούθησεν εἰκότως τοῖς Ὀπτάτου τὰ πολὺ τῶν Ὀπτάτου μείζονα.

ἄνευ δὲ τῶν ἐν τῷ συνεδρίῳ τῶν ψευδῶν οὐδ’ αὐτὸ καθ’ αὑτὸ κρινόμενον, ἡ εἰκών, τιμὴν ἄν τινα φέροι. ἔστησε μὲν γὰρ ταύτην, ἔστησε δὲ πρὸ ταύτης ἑτέρας ἑτέρων, ὧν οὐκ ἂν ἴσως ἕτερός τις. εἰ δὲ καὶ ἐμὲ πεποιημένος ἀρχήν, εἶθ’ ἥκων ἐπ’ ἐκείνας, οὐ σφό- δρα ἂν ἐτίμα, τίς ἡ τιμὴ μετ’ ἐκείνας ἐπὶ τήνδε ἀφῖ- χθαι; ἀλλ’ ἔστω τιμὴ σανίς τε καὶ χρώματα· οὐκοῦν μείζων λόγος πανταχῆ φερόμενος; ἀπειληφὼς τοίνυν [*](8 Dem. Chers. p. 101,26 sq.) [*](6 αὐτῷ 01 7 εἶδε Ι 10 οὖν om Ι 13 ἔφασκεν scripsi coll. p. 257,8 ἔπασχεν libri edd 17 τῶν] τοῦ BM Bong) [*](21 ἑτέρων ἑτέρας ΙΒΜ ἑτέρων om Bong 22 εἶθ’ in ras Β εἶτα ΙΜ Bong 22 et 23 ἐκείνους Re 24 οὐκ οὖν C) [*](25 μεῖζον Re | πανταχοῖ APVaBM edd)

329
τὴν χάριν δότω τὴν δίκην. ἀρκέσει δὲ ἡμῖν, ἢν ὑβρι- στὴν εἶναι ψηφίσῃ τὸν ἄνθρωπον.

45. Ἔχω τινὰ καὶ τρίτον αἰτιάσασθαι, | βασι- [*](R II 415) λεῦ, τὸν Γαίσωνος τὸν μετὰ τὴν Ἀρκαδίαν καὶ τὴν ἐν Ἀρκαδίᾳ πενίαν πλούσιον καὶ πρὸς τοσοῦτον ἥκοντα χρημάτων, ὥστ’ αὐτῷ καὶ χρυσᾶς οἰκίας ἐξεῖναι ποιεῖν ἁμιλλωμένας πρὸς τὰς ἐκ λίθου, περὶ ἃς καὶ αὐτάς οὕτω δεδαπάνηται λαμπρῶς, ὥστε μανίαν εἶναι τὸ πρᾶγμα δοκεῖν. οὗτος τοίνυν τιμαῖς ἁπάσαις παρ’ ἐμοῦ τιμηθεὶς <μάτην>, καὶ γὰρ ἐν οἷς εἶχεν, εἴπερ ἤθελεν, ἡμᾶς ποιῆσαι καλῶς, οὐκ ἐποίησε, τῶν ἠδικηκότων καὶ αὐτὸς γεγένηται δίκας ὀφείλειν τῷ συνεδρίῳ λέγων τοὺς μαρτυρήσαντας ἄν. καὶ ἐκέλευεν αὐτοὺς εἰς μέσον ἄγειν καὶ τιμωρεῖσθαι.

τούτων δὲ ὁ μὲν ὑπ’ ἀνάγκης τινὸς ἤδη διεπεπλεύκει καὶ ἦν ἐν Χαλκη- δόνι, ὁ δ’ ἦν ἐν τῷ λιμένι ταὐτὸ ποιήσων οὔσης κης καὶ τούτῳ τινός. | ὁ δὲ δὴ τρίτος ἔνδον ὢν [*](R II 416) ἐν τοῖς βουλεύουσι χαλεπῶν μὲν ἐπειρᾶτο προσώπων, εἶπε δὲ ἁπλᾶ καὶ δίκαια, ὅτι τὸν τῷ δεῖνι συζῶντα, ἐμὲ δὴ λέγων, μαρτυρῶν εἶναι βέλτιστον οὐκ ἀδικοίη. νόμιζε δὴ κοινόν, ὦ βασιλεῦ, καὶ τῶν ἀπόντων τοῦ- τον εἶναι τὸν λόγον. λέγουσι τοίνυν οἱ τρεῖς· ὦ παῖ Γαίσωνος, ὅτι μαρτυροῦμεν ἡμεῖς καλὸν κἀγαθὸν εἶναι Θαλάσσιον ὁρῶντες ἐν παιδὸς ὄντα χώρᾳ παρ’ ἀνδρὶ φεύγοντι τοὺς κακούς. [*](4 Zos. II 42 ? | cf. Her. Ι 66,1. Paus. VIII 1,6) [*](1 χάριν Ρ sed αρι in ras m4 3 ὦ βασιλεῦ ΒΜ edd 7 ἀμυνομένας Va 10 μάτην inserui auctore Re 11 ἐποί- ησεν Α 16 ὃ Α ὅ IBMV Bong 17 ὢν om ΒΜ Bong 21 ἁπάντων Ι | εἶναι τοῦτον V 23 παῖγμα Bong)

330