Oratio 42

Libanius

Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

καὶ οὐκ ἂν ἦν πάνυ δεινόν, εἰ τὴν φωνὴν ἀδικῶν ἐν τοῖς ἄλλοις ἐτίμα τὸ δίκαιον, ἀλλὰ τίς μὲν λοιμὸς ὅσους οὗτος Φοινίκων ἀπήνεγκ·ε; τίνος δὲ οὐ λοιμοῦ δεινότερος τῇ Παλαιστίνῃ κατέστη; ἡ δὲ πλειόνων ἐθνῶν ἀρχὴ ποίων οὐκ ἐγένετο βαρυ- τἐρα πολέμων; ὢ πόσον αἱμα τὴν γῆν ἔχρωσεν; ὢ πόσα ξίφη δι’ αὐχένων ἔδραμεν; ὤ πόσοι τάφοι τοῖς ἀρχαίοις προσετέθησαν; ὢ πληγῶν θανάτους τε ἐργαζομένων καὶ οὐδὲ νῦν] παυομένων. ὢ πληγῶν ἃς ἐπεῖδεν Ἥλιος διὰ παντὸς τοῦ τῆς ἡμέρας μέτρου. ὢ φυγῶν. ὢ δεσμῶν. ὢ παθημάτων τῶν μὲν παρόντων, τῶν δὲ ἐλπιζομένων, τῶν μὲν πιεζόντων, τῶν δὲ δειματούν- των. ὢ λόγων ἀτιμίας. ὢ | τιμωμένης ἀμαθίας. [*](R II 413) ὢ χαρίτων ἀδίκων. ὢ πόλεων εἰς οὐδὲν δέον μετα- πεποιημένων. ὢ βλάβης μὲν τῆς ἐν τοῖς καθαιρου- μένοις, βλάβης δὲ τῆς ἐν τοῖς ποιουμένοις.