Oratio 42

Libanius

Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

μετὰ ταῦτα τοίνυν σὺ μὲν ἐνταῦθα ἦσθα καὶ ἠσθένεις, ὁ δὲ ἐν Σαμοσάτοις καὶ τοῖς ἀγροῖς ὧν ἡ τῶν τρόπων ἀρετὴ δεσπότην αὐτὸν ἐποίησε. καλῶς δὲ αὐτῷ τῶν ἐκεῖ τεθέντων ἧκε δεῦρο πάλιν νοσοῦντος ἔτι, καὶ οὔτε ἐκεῖνος ἔδειξέ τινα ὑποψίαν οὔτ’ αὐτὸς ὑπώπτευσας. κἀνταῦθα ἐτίμας με τιμαῖς ὧν οὐκ ἦσαν μείζονες, τὸν τῷ πονηρῷ γόητι συζῶντα, καὶ οὐδείς σοι κατ’ αὐτοῦ πρὸς οὐδένα λόγος οὔτε μείζων οὔτε ἐλάττων. πῶς οὖν φῄς αὐτὸν διαπεφευ- γἐναι σε, τὸν ἐν τῇ αὐτῇ πόλει, τὸν περὶ τὰς σὰς θύρας, τὸν οὐ πόρρω τοῦ ζεύγους. καὶ μὴν οὔτ’ ἂν ἡμεῖς ἠγνοήσαμεν ἃ διανοῇ, τῶν παρὰ σοὶ πιστευο- [*](16 cf. p. 328,12) [*](3 κτησάμενος–4 καὶ (1) om V 5 σοὶ ΙΒΜ Bong 7 ὑμῶν Bong | δὲ Re | πάντα scripsi e V πάντας reliqui libri edd 8 τοσούτονς Re τούτους libri Bong 9 πὔτ᾿ (2) Re 10 οὐδ’ Re 11 τοίνυν om Bong 14 τεθέντων] τε cum lacuna 4 litt Β) [*](15 ἔδειξέ scripsi ἔδεισε libri edd 16 οὔτε VaIBM edd ἐτίμας P sed ας in ras m2 ἐτίμησας Β Μ Βong 19 οὔτ᾿ Re φὴς ΙΒΜ 20 αὐτῇ scripsi e V αὐτοῦ Va αὑτοῦ reliqui libri edd sed „poterat quoque dicere ἐν τῇ σαυτοῦ πόλει. item ἐν τῇ αὐτὴ πόλει“ Re 22 παρά σοι Re)

326
μένων καὶ ἡμῖν ὄντων φίλων, οὗτός τε μαθὼν | [*](R II 411) αὑτὸν ἂν ἔξω θορύβων ἐποίει. εἰ δ’ οὐδαμοῦ φαίνεται μεταστὰς οὐδ’ ἀφανίσας αὑτόν, οἷς ἔπραττες ὕβριζες.

38. Ἔδεισα, φησί, τὴν βουλὴν μὴ δόξαιμι τῶν τἀναντία αὐτῇ πραττόντων εἶναι καὶ τῶν αὐτῇ πρεπόντων ὀλιγωρεῖν. ἐγὼ δ᾿ ὡς μὲν οὐδεὶς τούτῳ λόγος οὐδὲ σφόδρα τῆς βουλῆς ὀργιζομένης ἀγανακτοῦντι τῷ μὴ μετὰ τῶν θεῶν οἱκεῖν, ἐάσω·

ἐκεῖνο δὲ ἡδέως ἂν εἰδείην, ὡ βασιλεῦ, τίς ἂν ἦν αἰτία κατ’ αὐτοῦ τῇ βουλῇ σεσιωπηκότος; ἢ κατὰ ποίαν ἀνάγκην εἶπεν ἃ νῦν εἴρηκε; τίς δ’ οὐκ ἂν αὐτὸν ὑπέ- λαβεν ἀγνοεῖν τὸν ἄνθρωπον; τί δ’ αὐτὸν ἐκώλυεν αὐτὸ τοῦτ’ εἰπεῖν, ὡς ἀγνοεῖ; τίς δ’ ἂν ἐξήλεγχεν εἰπόντα;