Oratio 42
Libanius
Libanius, Oratio 42, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
αὐτὸς τοίνυν οὗτος τίνων ἐστίν; ἆρά γε τῶν τὴν Ῥώμην κτισάντων ἢ τῶν τοὺς νόμους θέντων ἢ τῶν ὑπηκόους κτησαμένων ἢ τῶν τὸ κτηθὲν φυλαξάντων; οὐ μὰ Δία, ἀλλ’ ἦν τις Ὀπτάτος γραμμάτων διδάσκαλος, ὃς καὶ Λικιννίῳ τὸν παῖδα ταῦτα ἐδίδασκεν ἀπὸ δυοῖν ἄρτοιν καὶ τῆς ἄλλης τροφῆς ἣ τούτοις συνέζευκται. καί ποτε πορείας μένης εἰς Παφλαγονίαν αὐτῷ καταλύει μὲν παρά τινι καπήλῳ θυγατέρα τρέφοντι καλήν, ἣ καὶ ἐκίρνη, παθὼν δέ τι πρὸς τὴν ὥραν ἠξίου γαμεῖν καὶ πείσας εἶχεν. αὐτοῦ μὲν οὖν τοῦ Λικιννίου κρατοῦντος οὐδὲν ἦν αὐτῷ πλέον διὰ τῆς γυναικός, τῶν ἐκείνου δὲ ἡκόν- των εἰς ἕτερον μέγας τε εὐθὺς καὶ λαμπρὸς καὶ δαίμων καὶ ὕπατος ὁ τὴν γυναῖκα ἔχων. καὶ ἔδει δὴ [*](R II 403) δι’ | αὐτὸν ἐν τῷ θεάτρῳ πτερὰ λαβόντας ἀνθρώ- ποὺς μετὰ τῶν ὀρνίθων πέτεσθαι.