Oratio 40
Libanius
Libanius, Oratio 40, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ὑμῖν δὲ οὐκ ἤρκει τό τινα εἶναι τὸν ἐπ᾿ ἐμοὶ λέξοντα, ἀλλὰ καὶ τῷ τόπῳ τὴν παροινίαν ηὔξετε. καὶ ἐλέγετε μὲν ἠναγκάσθαι, | λέγει δὲ ὑφ’ οὗ κατη- [*](R II 378) ναγκάσθαι φατέ, τοῦτ’ αὐτὸς ὑφ’ ὑμῶν πεπονθέναι καὶ λέγων ὄμνυσι πάντας μὲν θεούς, οὐχ ἥκιστα δὲ τοὺς ἐν Αἰγύπτῳ τιμίους ἦ μὴν ὑφ’ ὑμῶν εἰς τοῦτο [*](15) ἐμβεβλῆσθαι καὶ βούλεσθαι μὲν οὐδαμῶς, διαφυγεῖν δὲ οὐκ ἔχειν· εἰσπράττεσθαι γὰρ πικρότερον τῶν τὰς εἰσφορὰς ὀφειλόντων. οὕτως ἀδικεῖτε μὲν οἷς ἐβιά- σασθε, ἀδικεῖτε δὲ οἷς ψεύδεσθε. καὶ σκοτεινῇ λευκὴν ἡμέραν ἐβλάψατε ἀντὶ τῶν προτέρων χορῶν τῶν ἐκ τοιούτων ἀνδρῶν ἕνα παιδαγωγὸν ὁρῶντες ἐν χειρίδι σαπρᾷ τὴν χεῖρα κινοῦντα, ὑμεῖς δὲ ἀδελφὴν ἡμέραν ἕξειν ἐκείνῃ προσδοκήσαντες ἀνέβητε.