Oratio 40

Libanius

Libanius, Oratio 40, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

Ἐνέκειτο γάρ, νὴ Δία, καὶ ἠνώχλει καὶ λιπαροῦντα οὐκ ἐνῆν ἀπώσασθαι. εἰ δὲ ὁ μὲν πατὴρ ὑμῖν ἔζη, τοῦτον δὲ οὗτος λιπαρῶν ἠξίου παίεσθαι παρ’ ὑμῶν προκυλινδούμενος ὑμῶν καὶ μηδενὸς ἀπεχόμενος, ἀλλ’ εἰσπηδῶν μὲν ἐστιω- μένων, εἰσπηδῶν δὲ ἀναπαυομένων, ἐπαίετ’ ἂν τὸν πατέρα διὰ τὸν ἐνοχλοῦντα; τί δ’, εἰ καὶ τὴν μητέρα; τί δ’, εἰ ἄλλους; ἀλλ’ οὐκ ἄν. οὐκοῦν οὐδ’ ἐμὲ παίεσθαι χρῆν.