Oratio 34

Libanius

Libanius, Oratio 34, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

καὶ μὴν οὐδ’ αὐτόν γε τὸν τῆς φυγῆς χρόνον δι’ ἐμὲ καὶ τὴν ἐμὴν ἀπολώλεκας ῥᾳθυμίαν, ἀλλ’ ἔστιν αὕτη ἡ ζημία τῆς ὑμετέρας κακίας. ἢ δεῖξον παρελθών, ὅτι ταράξαι δυναμένους ἐγὼ διῆλθον λό- γους φάλαγγας ἐπισείοντας καὶ χρημάτων ἁρπαγὴν καὶ φόνον καὶ σίδηρον καὶ ὅτι νοῦν ἐχόντων ἐστὶν ἀνθρώπων σφᾶς αὐτοὺς διασώζειν φυγῇ. εἰ δὲ ἐμὸς μὲν οὐδὲ εἷς τοιοῦτος λόγος, ὑμεῖς δὲ ὑμῖν αὐτοῖς ταῦτα συμβεβουλεύκατε, πῶς οὐχ ὑμῖν αὐτοῖς ἐγκα- λοῖτ’ ἂν δικαίως; ἢ κἂν εἰ κακούργων ἐπιθεμένων ὑμῖν ἢ ἔτι πορευομένοις ἢ καὶ τὸν ἀγρὸν ἤδη κατει- ληφόσιν, οἶα πολλὰ πέπρακται τῶν ἄνευ λογισμοῦ [*](1 Il. α 225 cf. t. 1 278, 7 3 cf. p. 147 not. 1 et 188 not. 1) [*](21 ἢ — 22 ὑμῖν] εἶτα προιὼν μετέλαβε τὸν λόγον ἐπ’ ἄλλο σχῆμα λέγων· εἰ οὖν ὑπὸ τῶν πολλοὺς ἀπεκτονότων ἔκει- σθον πληγέντε. καὶ πολλὰ τούτου τὰ τοιαῦτα θαυμαστὰ πάντα V2) [*](1 Μο Mor qui ὦ coni 6 ἔργῳ Mor 10 δὲ Re 17 καὶ φόνον om Mor)

195
φευγότων τοῖς αὑτῶν κακοῖς τὰ τῶν λῃστῶν ἀμείνω πεποιηκότων, εἰ οὖν ὑπὸ τῶν πολλοὺς ἀπεκτονότων ἔκεισθον πληγέντε, καὶ τὰς ἀμφοῖν ψυχὰς ἐμὲ ἔδει τὸν εἰσπραττόμενον εἶναι καὶ τὸν πατέρα τοῦ παιδὸς ἥκειν ἐπὶ τήνδε τὴν εἴσπραξιν.

ὥσπερ οὖν ἐκεῖνος εἰ τοῦτ’ ἐποίει, μαίνεσθαι τοῖς σωφρονοῦσιν ἔδοξεν ἄν, οὕτως ὑμεῖς πρὸς ἐμὲ περὶ μηνῶν λέγοντες. καὶ γὰρ οὐδ’ ἐκεῖνό | γ’ ἂν εἴποι τις, ὡς ἀπελθεῖν [*](R II 270) μὲν οὐ παρῄνεσα, ἀπελθόντας δὲ ἐπῄνεσα. ἀλλὰ ποίᾳ μὲν οὐκ ἐχρησάμην ὀργῇ; ποίας δὲ οὐκ ἀφῆκα φωνάς; τίνας δὲ οὐκ ἐφθεγξάμην λόγους θανατώντων εἶναι λέγων καὶ παραπαιόντων τὴν μετανάστασιν καὶ τὰ μὲν οὐ δεινὰ δεδοικότων, τὰ δὲ δεινὰ θαρρούντων; ἃ καὶ τούτους, ὥσπερ ἑτέρους πολλούς, εἰκὸς ἦν ἀκη- κοέναι, ἀλλ’ ὅμως αὑτοὺς ἡγοῦντο βεβουλεῦσθαι βέλ- τίον.