Oratio 34
Libanius
Libanius, Oratio 34, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
τά τε οὖν ἄλλα τιμᾶν αὐτὸν παρῄνει τῷ μηδὲν προστεθῆναι τοῖς δεδειγμένοις λόγοις καὶ νόμος ἦν ἀρχαῖος τοῦτο οὕτως ἔχειν | ἐθέλων, ᾧ τῶν πάν- [*](R II 268) τῶν οὐδείς, οὐ νέων, οὐ παιδαγωγῶν ἐτόλμησε μέμ- ψασθαι. ἐκεῖνος μὲν οὖν εὐδοκιμῶν ἀπῆλθεν· ἔδει δὴ γενέσθαι τὰ παρ’ ἡμῶν. τοῦτο δὲ ἦν τὸ μηδὲν ἕτερον τοῖς ὑπὸ τοῦ νέου ῥηθεῖσιν ἐπεισενεγκεῖν. ἐκαθήμην οὖν ἀνδράσι διαλεγόμενος φίλοις καί πως ἐξηνέχθημεν κατὰ μικρὸν εἰς τὸν ὑπ’ ἐμοῦ κρατηθέντα ποτὲ τοῦ Φιλαγρίου θυμόν, ἡνίκα τοὺς σιτοποιοὺς ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς ᾐκίζετο.
τῶν τοίνυν τηδείων μοι κεχωρηκότων ἐπὶ λουτρὸν παιδαγωγόν τινα κακόν, νέου τοιούτου παιδαγωγόν, δραμὼν ὁ παῖς ἔφασκε περὶ τὴν θύραν κεῖσθαι <καὶ> βοᾶν τρισὶ μησὶ τοῦ παιδὸς ἐζημιωμένου. ταυτὶ δὲ ἔλεγε κινῆσαι τὸν νόμον βουλόμενος καὶ τὸν ἐπιδεδειγμένον ἀποστερηθῆναι πάλαι νενικηκότος δικαίου, φθονῶν, ἐμοὶ δοκεῖν, τῷ τὸν λόγον εἰρηκότι τῆς δόξης. καίτοι πολὺ βέλτιον ἦν τὰ ’κείνου μιμούμενον τῶν αὐτῶν ἐκείνῳ τυχεῖν ἢ τοῦτο μὴ δυνάμενον τῷ κτησαμένῳ ζητεῖν ἐπηρεάζειν.
6. Ἀλλὰ γὰρ ὡς ἐσυκοφάντει, δεῖ με ποιῆσαι φα- νερόν. τρεῖς φησι μῆνας ἀνηλῶσθαι μάτην. | πῶς, [*](R II 269) [*](1 cf. p. 204, 5 sq. 10 cf. p. 66, 6 sq. t. Ι 175, 12 sq.) [*](1 αὑτὸν APIMo 2 δεδεγμένοις CPaMo Mor 5 ἀπ- ῆλθεν Ι sed ν add m3 6 τὸ inserui e V om reliqui libri edd 7 ἕτερον ἢ Mor 9 καταμικρὸν PIV | ἐμοῦ Ι sed ἐμοῦ ex ε ut videtur corr m3 10 τοῦ om Ι 14 ἔφασκεν Ι | ἐπὶ Ι sed περὶ suprascr m3 | καὶ inserui cum Sinteni | ὡς] ἐν Pa 15 μησὶ om Mor | ταῦτα Mor | δ’ Re 19 τὰ ’ κείνου scripsi ex AV τἀκείνου reliqui libri edd 20 ταὐτὸ Pa)
καὶ μὴν οὐδ’ αὐτόν γε τὸν τῆς φυγῆς χρόνον δι’ ἐμὲ καὶ τὴν ἐμὴν ἀπολώλεκας ῥᾳθυμίαν, ἀλλ’ ἔστιν αὕτη ἡ ζημία τῆς ὑμετέρας κακίας. ἢ δεῖξον παρελθών, ὅτι ταράξαι δυναμένους ἐγὼ διῆλθον λό- γους φάλαγγας ἐπισείοντας καὶ χρημάτων ἁρπαγὴν καὶ φόνον καὶ σίδηρον καὶ ὅτι νοῦν ἐχόντων ἐστὶν ἀνθρώπων σφᾶς αὐτοὺς διασώζειν φυγῇ. εἰ δὲ ἐμὸς μὲν οὐδὲ εἷς τοιοῦτος λόγος, ὑμεῖς δὲ ὑμῖν αὐτοῖς ταῦτα συμβεβουλεύκατε, πῶς οὐχ ὑμῖν αὐτοῖς ἐγκα- λοῖτ’ ἂν δικαίως; ἢ κἂν εἰ κακούργων ἐπιθεμένων ὑμῖν ἢ ἔτι πορευομένοις ἢ καὶ τὸν ἀγρὸν ἤδη κατει- ληφόσιν, οἶα πολλὰ πέπρακται τῶν ἄνευ λογισμοῦ [*](1 Il. α 225 cf. t. 1 278, 7 3 cf. p. 147 not. 1 et 188 not. 1) [*](21 ἢ — 22 ὑμῖν] εἶτα προιὼν μετέλαβε τὸν λόγον ἐπ’ ἄλλο σχῆμα λέγων· εἰ οὖν ὑπὸ τῶν πολλοὺς ἀπεκτονότων ἔκει- σθον πληγέντε. καὶ πολλὰ τούτου τὰ τοιαῦτα θαυμαστὰ πάντα V2) [*](1 Μο Mor qui ὦ coni 6 ἔργῳ Mor 10 δὲ Re 17 καὶ φόνον om Mor)