Oratio 34

Libanius

Libanius, Oratio 34, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

191

Οὐ τοὺς ὑβρικότας με μᾶλλον ἄξιον νομί- [*](R II 266) σᾶι κακοὺς ἢ τοὺς ῥᾳδίως ὑμᾶς τὴν ὕβριν ταύτην, ὦ παῖδες, ἐνηνοχότας. οἱ μὲν γὰρ τὴν τοῦ δεδρακέναι, τὴν δὲ τοῦ μὴ τοῖς πραχθεῖσιν ἀλγῆσαι μέμψιν ὑμεῖς ἔχοιτ’ ἄν. καὶ γίγνεσθε τῶν ἐπαινούντων αὐτοὺς ἐν τῷ μὴ λαβεῖν τιμωρίαν. εἶτε γὰρ οὐκ εἰδέναι ταῦτα φήσετε, τοῦτ’ αὐτὸ δεινόν, εἰ τὰ τοιαῦτα οὐκ ἴστε, εἴτ εἰδόσιν οὐ δεινὰ δοκεῖ, πῶς ἂν διαφύγοιτε τὸ δοκεῖν εἶναι φαῦλοι;

εἰ μὲν οὖν κατερρᾳθυμηκότος ἐμοῦ τοιαῦτα ὁ θρασὺς οὑτοσὶ παιδαγωγὸς εἰρηκὼς ἐτύγχα- [*](C = codex Chisianus) [*](Α = Monacensis gr. 483 (Augustanus)) [*](Ρ = Palatinus gr. 282) [*](Ι = Marcianus append. XCI 2) [*](Pa = Patmius) [*](Mo = Monacensis gr. 101) [*](V = Vindobonensis phil. gr. XCIII) [*](1 λδ ante πρὸς A | πρὸς τοὺς μαθητὰς ἕνεκα τῶν ὑβρισάν- των λόγος ἴε Μacar fol. 90 2 λδ post βλασφημίας· C, λόγος εἰκοστὸς πέμπτος V rubr, λόγος λβ΄ Pa, λόγος ιζ΄ in marg I3) [*](4 ῥᾳδίους Mor sed ῥᾳδίως coni 7 γίνεσθε CV 9 ἵστα Μο ἵσα Mor 10 διαφύγητε CIMo Mor)

192
νεν, αἰσχυνθείς ἂν τῷ τὰ ὄντα ἀκηκοέναι καὶ παρ’ ἐμαυτοῦ τοῖς εἰρημένοις δεδόσθαι τὴν ἀφορμὴν νομί- σας ἐσίγων ἂν οὐκ ἔχων κατηγορεῖν τοῦ κατηγοροῦν- [*](R II 267) τος | δίκαια· νῦν δ’ οὐκ οἶδα ἕτερόν τινα ἀνθρώ- πων οὕτως ἀναιδῶς σεσυκοφαντημένον. καὶ τοῦτο ἕτοιμος δεικνύειν οὐκ ἀγνοούμενος μὲν ὑπὸ τῶν τὴν ἐμὴν εἰδότων πρὸς τὸ πονεῖν ἡδονήν, δεδιὼς δὲ μή τις τῶν οὐκ ἐξεπισταμένων, ὅστις ἐγὼ πρὸς τοὺς ἐπὶ τῷ παιδεύεσθαι συνόντας ἡμῖν, ἐξαπατηθῇ. ὅθεν τοί- νυν τὰ περὶ τὴν ἐμὴν ὕβριν γενέσθαι συνέβη, καλῶς ἂν ἔχοι μοι διελθεῖν.

3. Ἐποιήσατό τις τῶν νέων ἐπίδειξιν ἀγῶνα ἐπὶ προάγωνι γεγονὼς μὲν ἔτη πεντεκαίδεκα, πλεῖστα δὲ νέων ἐν ὀρφανίᾳ πεπονηκώς, ἡδονῶν δὲ οὐ καλῶν, εἴπερ τις, κεκρατηκώς, ἔχων δέ, εἰ βούλοιτο, προγόνων ἀρετὰς λέγειν ἔν τε τάξει στρατιώτου φανείσας ἔν τε ἡγεμονίαις. μέγιστος δὲ τῷ νέῳ κόσμος ἡ σωφροσύνη καὶ τὰς τῶν πονηρῶν γλώττας διαφυγοῦσα. τούτῳ δ’ ἄν τις ἕτερος προσέθηκε τὴν περὶ τὰς ἀμοιβὰς προθυμίαν καὶ δικαιοσύνην καὶ ὡς πᾶν ὃ τελέσειε μικρὸν αὐτῷ κέκριται. [*](21 τελέσειε] ἤτοι κατέβαλε μισθὸν τῷ διδασκάλῳ τοῦτο παρὰ Πλάτωνι συχνόν V2) [*](1 τῷ scripsi e V coll. t. II 422, 4 τῶι Α τὸ Ι τὸ reliqui libri edd 3 „malim ἀντικατηγορεῖν“ Re 5 σεσυκοφαντη- μένω Μο 7 πονεῖν V sed ν (1) ex ι corr m2 | δὲ om Mor 10 τὰ Ι sed ἃ suprascr m3 | συνέβη γενέσθαι CPaMo Mor) [*](11 ἔχοιμι Mor 13 προάγωνι Α sed ~ supra ω eras 14 πε- ποιηκώς Μο Μοr 15 κεκρατηκὼς Ι sed κεκρα in ras m3 17 μέγιστος — 18 διαφυγοῦσα citat Macar fol. 90 17 δὲ om Macar 18 γλώσσας Macar 20 ὃ om Mor | κεκράτηται Μο sed κέκριται in marg)

193