Oratio 34
Libanius
Libanius, Oratio 34, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ἀλλ’ οὗτος ἐπιλαμβάνεται μὲν τοσούτου χρόνου, κατηγορεῖ δὲ τοῦ μὴ παραβαίνοντος νόμον οὕτως ἀρχαῖον, λεὺει δὲ μηδὲν ἀτιμότερον ἄγειν νεκροῦ. καίτοι τίνος ἀξιώσαις ἂν τὸν σαυτοῦ πατέρα τυχεῖν, εἰ σοῦ φοι- τῶντος ἔτι τεθναίη; εἰ μὲν γὰρ τῶν τιμὴν ἐχόντων, | [*](R II 279) τί τούτων τοὺς ἄλλους ἀποστερεῖς; εἰ δὲ τῶν ἑτέρων, τί παθὼν τὴν προσήκουσαν εἴης ἂν δεδωκὼς [*](1 οὐκ ἔτι Α post οὐκέτι comma inser Re | οὐδένα scripsi auctore Re Anim οὐ ACI sed in hoc eras, PaMo om PV cancellavit Mor οὐδὲν Cobet Coll. 131 | λήξεως I sed η ex ε corr m3 2 ἐτιμησάμην ἂν erasis litteris suprascriptis β et α Ρ) [*](4 τετιμηκόσιν scripsi coll. 203, 5 νενικηκόσιν libri edd τεθνηκόσιν? Sintenis 6 τελευτὰς Ρ sed ελ in ras m4 7 οὐδὲ οἱ Ι 8 οὐδ’ Re | ὃς ἂν ἐπιτιμήσαι scripsi ὅστις ἐπι- τιμήσαι V ὡς ἐπιτιμῆσαι reliqui libri edd 10 ἀνέχοντες Ι sed ἐς in ras m2 11 δ’] οὐδ’ CMo om Mor sed γρ οὐδ’ in marg | γε scripsi auctore Sinteni μὴ libri edd sed abesse maluit Re 12 συμφορὰς 1 sed ἐκ suprascr m3 13 ἡγού- μενοι Ι sed ἡγ in ras m2 18 εἰ σοῦ reposui e libris εἴ σου edd 20 τούτων] „legendum aut τούτου aut ταύτης aut deni- que τί τούτῳ καταλείπων τοὺς ἄλλους ποστερεῖς“ Re)
οὐ τοίνυν, ὦ παῖδες, οὐδ’ ἐκεῖνο τολμήσειεν ἂν εἰπεῖν, ὡς οὐ πολλοὺς δεινοὺς λέγειν τουτὶ τὸ χωρίον ἔδειξεν. ὧν οἱ μὲν ἐν δίκαις ἐξέλαμψαν, οἱ δὲ ἐν τῷ δικάζειν, οἱ δὲ ἐν τῷ ταῖς πατρίσι βοηθεῖν. ὧν ἕκαστος μετὰ τιμῆς τοῦ νόμου τοῦδε ταύτην ἔλαβε τὴν δύναμιν. εἰ δ’ ἔστι κἀν τῷ φυλάττειν τὸν νόμον εὐδοκιμεῖν κἀν μηδενὶ βλάπτεσθαι περὶ τοὺς λόγους καὶ συνιέναι ταῦτα ἀμφότερα δύναται, τίς δικαία πρό- φασις τῇ κατὰ τῶν ἀποθνησκόντων ὕβρει;
26. Ἐφ’ ᾧ ἄν ἄν τις μάλιστα ἀποπνιγείη, ὅτι καὶ τὰς ἡμέρας αἳ τὰς τῶν σοφιστῶν ἐπιδείξεις ἔχουσι, μετὰ τῶν τηνάλλως | ἀναλισκομένων ἀριθμοῦσι. [*](R II 280) πῶς, ὦ μιαρὸν θηρίον, πῶς λόγοι λόγοις βλάβη; καὶ πῶς ὁ λέγων ἃ χρὴ μιμεῖσθαι, περὶ λόγους ζημιοῖ; ἐγὼ γὰρ τὴν μὲν τῶν διδασκάλων σιωπὴν κατὰ τῶν μανθανόντων εἶναί φημι, τὸ ῥεῦμα δὲ τῶν παρ’ ἐκεί- νων λόγων ἐπὶ τὸ ταὐτὰ δύνασθαι ποιεῖν προάγειν. ἑωράκαμεν δέ που καὶ παιδοτρίβας, ὡς ἐν ταῖς πα- λαίστραις καὶ διὰ τῶν ἑαυτῶν σωμάτων παιδεύουσι παλαίειν, καὶ πρὸς τούτοις τοξότας ἐπὶ διδαχῇ τῶν μαθητῶν ἀφιέντας βέλη καὶ τόν γε Ἀπόλλω πολλοὺς τοξότας οὕτως ἀπειργασμένον <ἴσμεν>.