Oratio 34
Libanius
Libanius, Oratio 34, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ἀλλ’ οὐκ ἐρεῖς μὲν τοῦτο τῇ γλώττῃ, τοῖς δ’ ἔργοις ὁμολογεῖς. θαυμάζω δέ, τί ἂν ἐποίεις ἐφ’ ὅσας οὐκ ὀλιγάκις | ἡμέρας ἐκταθέντος μοι [*](R II 277) τοῦ κακοῦ, ὁπότ ’ ἐν ἀπαλλαγῇ ταχείᾳ· ἀντὶ γὰρ ἡμε- ρῶν ὀκτωκαίδεκα τὸ τρίτον μέρος τῆς κλίνης δεδέημαι βοηθείᾳ τῶν θεῶν. τί ἂν οὖν ἐποίεις ἐν τῷ προτέρῳ μέτρῳ τοιαῦτα ποιῶν ἐν οὕτω βραχυτέρῳ;
22. Αἰτιᾶται δὲ καὶ τὸ φυλάττεσθαι τὰς τιμὰς παρ’ ἡμῶν τοῖς ἀπιοῦσι, τοῖς μὲν οὖσιν ἡμῖν φίλοις, τοῖς δὲ ἐνδόξοις, τοῖς δὲ καὶ ἀμφότερα, τοῖς δὲ τερα μέν, ἔχουσι δὲ ἄλλως τι δίκαιον διὰ συγγενῶν. καὶ οὐκ αἰσχύνεται πόλεμον αἰρόμενος πρὸς τοὺς [*](1 οὐδὲ] οὐ Μο Μοr 2 οὐδὲ CPaMo edd 4 καθέ- καστον Μο | τινὸς Μο Mor 5 τε om Pa | γὰρ] γὰρ καὶ Pa καὶ Μο Mor | τὸ om CPaMo Mor 6 διατί ΡΙ sed in hoc in ras m3, Mo V 7 δὲ Re | οἴσοντες Μο sed ες in ras m2) [*](8 καὶ — ἐπειδήπερ ἥκετε in marg Mo2 | φέρεται Mor qui φέ- ρετε coni 13 δὲ Re 15 ὁπότε Ι ὁ τότ’ ἐν ἀπαλλαγῇ ταχείᾳ τοσαῦτα βοῶν coni Re Anim | ταχείᾳ e ταχεῖα corr P5 17 τε τῶν V 20 et 21 τοῖς e τοις corr P3 21 ἀμφοτἐ- ροις Mor 23 αἱρούμενος Mo sed υ eras αἱρούμενος V)
καὶ οὐδεὶς οὕτως ἄφρων οὐδὲ ἄθλιος ὃς ἂν ἐπιτι- μήσαι τῇ τιμῇ, ἀλλ’ οἱ μὲν τῶν διδασκάλων καὶ συνεξ- ἔφερον ἀνέχοντες ταῖς χερσὶ τοὺς ὑπὸ τῆς συμφορᾶς καθελκομένους, οἷς δ’ οὐκ ἦν καὶ τοῦτο δρᾶν, τῷ γε τοὺς λόγους συνεργάζεσθαι τοῖς νέοις ἐτίμων τὰς φορὰς τοῦτο μέγιστον ἡγούμενοι τὸ τοὺς μαθητὰς ἃ δεῖ ποιεῖν πρὸς τοὺς οἰχομένους διδάσκειν.