Oratio 34

Libanius

Libanius, Oratio 34, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

ἀλλ’ οὐκ ἐρεῖς μὲν τοῦτο τῇ γλώττῃ, τοῖς δ’ ἔργοις ὁμολογεῖς. θαυμάζω δέ, τί ἂν ἐποίεις ἐφ’ ὅσας οὐκ ὀλιγάκις | ἡμέρας ἐκταθέντος μοι [*](R II 277) τοῦ κακοῦ, ὁπότ ’ ἐν ἀπαλλαγῇ ταχείᾳ· ἀντὶ γὰρ ἡμε- ρῶν ὀκτωκαίδεκα τὸ τρίτον μέρος τῆς κλίνης δεδέημαι βοηθείᾳ τῶν θεῶν. τί ἂν οὖν ἐποίεις ἐν τῷ προτέρῳ μέτρῳ τοιαῦτα ποιῶν ἐν οὕτω βραχυτέρῳ;

22. Αἰτιᾶται δὲ καὶ τὸ φυλάττεσθαι τὰς τιμὰς παρ’ ἡμῶν τοῖς ἀπιοῦσι, τοῖς μὲν οὖσιν ἡμῖν φίλοις, τοῖς δὲ ἐνδόξοις, τοῖς δὲ καὶ ἀμφότερα, τοῖς δὲ τερα μέν, ἔχουσι δὲ ἄλλως τι δίκαιον διὰ συγγενῶν. καὶ οὐκ αἰσχύνεται πόλεμον αἰρόμενος πρὸς τοὺς [*](1 οὐδὲ] οὐ Μο Μοr 2 οὐδὲ CPaMo edd 4 καθέ- καστον Μο | τινὸς Μο Mor 5 τε om Pa | γὰρ] γὰρ καὶ Pa καὶ Μο Mor | τὸ om CPaMo Mor 6 διατί ΡΙ sed in hoc in ras m3, Mo V 7 δὲ Re | οἴσοντες Μο sed ες in ras m2) [*](8 καὶ — ἐπειδήπερ ἥκετε in marg Mo2 | φέρεται Mor qui φέ- ρετε coni 13 δὲ Re 15 ὁπότε Ι ὁ τότ’ ἐν ἀπαλλαγῇ ταχείᾳ τοσαῦτα βοῶν coni Re Anim | ταχείᾳ e ταχεῖα corr P5 17 τε τῶν V 20 et 21 τοῖς e τοις corr P3 21 ἀμφοτἐ- ροις Mor 23 αἱρούμενος Mo sed υ eras αἱρούμενος V)

202
οὐκέτι λυπεῖν <οὐδένα> δυναμένους, ἀλλ’ ἑτέρας [*](R II 278) ξεως γεγενημένους. ἐγὼ δὲ | πολλοῦ μὲν ἂν ἐτι- μησάμην αὐτὸς τοῦτον τεθεικέναι τὸν νόμον, ἑτέρων δὲ φθασάντων καλὸν ἡ φυλακὴ καὶ τὸ τοῖς τετιμη- κόσιν ἀκολουθεῖν καὶ μὴ χείρους εἶναι τῶν ἡγεμόνων, οὓς οἶδα ταῖς τοιαύταις τιμαῖς εἰς τελευτὰς χρωμένους καὶ οὐ κάμνοντας οὐδ᾿ εἰ νεκροὶ νεκροὺς

καὶ οὐδεὶς οὕτως ἄφρων οὐδὲ ἄθλιος ὃς ἂν ἐπιτι- μήσαι τῇ τιμῇ, ἀλλ’ οἱ μὲν τῶν διδασκάλων καὶ συνεξ- ἔφερον ἀνέχοντες ταῖς χερσὶ τοὺς ὑπὸ τῆς συμφορᾶς καθελκομένους, οἷς δ’ οὐκ ἦν καὶ τοῦτο δρᾶν, τῷ γε τοὺς λόγους συνεργάζεσθαι τοῖς νέοις ἐτίμων τὰς φορὰς τοῦτο μέγιστον ἡγούμενοι τὸ τοὺς μαθητὰς ἃ δεῖ ποιεῖν πρὸς τοὺς οἰχομένους διδάσκειν.

ἀλλ’ οὗτος ἐπιλαμβάνεται μὲν τοσούτου χρόνου, κατηγορεῖ δὲ τοῦ μὴ παραβαίνοντος νόμον οὕτως ἀρχαῖον, λεὺει δὲ μηδὲν ἀτιμότερον ἄγειν νεκροῦ. καίτοι τίνος ἀξιώσαις ἂν τὸν σαυτοῦ πατέρα τυχεῖν, εἰ σοῦ φοι- τῶντος ἔτι τεθναίη; εἰ μὲν γὰρ τῶν τιμὴν ἐχόντων, | [*](R II 279) τί τούτων τοὺς ἄλλους ἀποστερεῖς; εἰ δὲ τῶν ἑτέρων, τί παθὼν τὴν προσήκουσαν εἴης ἂν δεδωκὼς [*](1 οὐκ ἔτι Α post οὐκέτι comma inser Re | οὐδένα scripsi auctore Re Anim οὐ ACI sed in hoc eras, PaMo om PV cancellavit Mor οὐδὲν Cobet Coll. 131 | λήξεως I sed η ex ε corr m3 2 ἐτιμησάμην ἂν erasis litteris suprascriptis β et α Ρ) [*](4 τετιμηκόσιν scripsi coll. 203, 5 νενικηκόσιν libri edd τεθνηκόσιν? Sintenis 6 τελευτὰς Ρ sed ελ in ras m4 7 οὐδὲ οἱ Ι 8 οὐδ’ Re | ὃς ἂν ἐπιτιμήσαι scripsi ὅστις ἐπι- τιμήσαι V ὡς ἐπιτιμῆσαι reliqui libri edd 10 ἀνέχοντες Ι sed ἐς in ras m2 11 δ’] οὐδ’ CMo om Mor sed γρ οὐδ’ in marg | γε scripsi auctore Sinteni μὴ libri edd sed abesse maluit Re 12 συμφορὰς 1 sed ἐκ suprascr m3 13 ἡγού- μενοι Ι sed ἡγ in ras m2 18 εἰ σοῦ reposui e libris εἴ σου edd 20 τούτων] „legendum aut τούτου aut ταύτης aut deni- que τί τούτῳ καταλείπων τοὺς ἄλλους ποστερεῖς“ Re)

203
δίκην;