Oratio 33

Libanius

Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

ὁ δ’ ἦν αὐτὸς δεῦρ’ ἀφιγμένος· φυγὴ μὲν ἀπὸ τῶν δικῶν, | ἐν εὐχῇ δὲ αἱ κλήσεις [*](R II 244) ἃς καλεῖ μὲν ἱππόδρομος, καλεῖ δὲ θέατρα, ὅς ὁ μὲν ἐπιστάμενος δικάζειν ζημίαν τε ἡγεῖται καὶ δυσχεραί- νεῖ, οἱ δὲ τούτῳ προσόμοιοι δέχονται μεθ’ ἡδονῆς μᾶλλον ἢ τῶν παίδων οἱ τὰ γράμματα μανθάνοντες. τηρεῖ δὲ οὐδὲ έν τούτοις ὁ Τισάμενός τὸ προσῆκον, ἀλλ’ ἐν τῷ μάλιστα βούλεσθαι ταῦτα εἰδέναι δοκεῖν ἀηδίαν ὅτι πλείστην ἐπεισάγει τοῖς γιγνομένοις νῦν μὲν τῶν δοθέντων ἂν δικαίως ἀποστερῶν, νῦν δὲ πλήθει πληγῶν τῶν κατὰ γυμνοῦ τοῦ σώματος. οἱ δ’ ἐπαινούμενοι τῶν ἀρχόντων παρόντες ἀποῦσιν ἐῴκεσαν τὴν μὲν βασιλείαν τῇ παρουσίᾳ τιμῶντες, αὑτοὺς δὲ τῷ μὴ τὰ τοιαῦτα ἐξετάζειν ἀκριβῶς.