Oratio 33
Libanius
Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ὧν οὐ ταύτην οἱ πλείους ὤφειλον δίκην, ἀλλ’ οὐδ’ οἱ θάνατον ὀφείλοντες τὴν δίκην τὸν οὕτω. τέμνει γὰρ ὁ νόμος τὴν κεφαλήν, οὐκ ἀποπνίγει τῇ στενοχωρίᾳ. καὶ τὴν ἐνταῦθα ὀξύ- τητᾷ κέρδος εἶναι συμβαίνει τῷ τεμνομένῳ, ὁ δ’ ἐν μὲν τῷ δῆσαι ταχύς, ἐν δὲ τῷ κρῖναι βραδύς, μᾶλλον δὲ φεύγει τὰς κρίσεις μᾶλλον ἢ τὰ παιδία τὰς Μορμόνας καὶ τὸν ἄρχοντα τοῦτ’ εἶναι νομίζει τὸ διὰ λήρων ἐπ’ ἄριστον προελθεῖν.