Oratio 33
Libanius
Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
41. ὥστ’ εἰ καὶ πᾶν τοῦτο | ἦν ὑπὲρ αὐτοῦ τὸ μέρος, ἔκ γε τῶν ἄλλων κατεκλύζετ’ ἄν, ὅς τοῖς δε- σμώταις διετέλεσε προστιθείς, ἐξάγων δὲ οὐδένα οὔτ’ ἀπολογησόμενον οὔτ’ ἀποθανούμενον, ὡς πολλῷ τοῖς δεσμώταις κουφότερον ἀφεῖναι τὴν ψυχὴν ἢ τὰ σφῶν αὐτῶν ὁρᾶν ὀστᾶ διὰ τοῦ δέρματος. ὁ δ’ ἐμπλήσας τὸ οἴκημα σωμάτων ἀπὸ πάσης αἰτίας αὐτῷ κτείνει τῷ πλήθει τοὺς δεθέντας.