Oratio 33

Libanius

Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

ὁ δ’ ἀφορ- μὴν ὀδυρμῶν παρασχὼν τῇ πόλει πῶς ἂν εἴη καλλίω τήνδε πεποιηκὼς | τὴν πόλιν; ἐγὼ μὲν γὰρ τὸ [*](R II 262) τοὺς ἀπόρους εὐπορωτέρους ποιεῖν ὥραν ἡγοῦμαι πόλεως, ὁδὶ δ’ αὖ τῶν ἐναντίων αἴτιος ἡμῖν οἷς τε εἶπον τούτοις τοῖς περιττοῖς καὶ οἷς ἐρῶ. τοὺς γὰρ αὐτοὺς δὴ τούτους τοὺς ἐν τοῖς ἐργαστηρίοις κελεύει τριπλάσιον ἐν τῇ νυκτὶ παρέχειν τὸ πῦρ. πόθεν οὖν ἔλαιον τοσοῦτον πρίωμαι τὸ διὰ τὸ πολὺ πῦρ τοῦτο πλείονος ἢ πρόσθεν πωλούμενον; πόσον μοι τὸ παρὰ τῶν χειρῶν ἀργύριον; πόσα δι’ αὐτοῦ μοι γένηται; τί πρὸς ἐρεῖ Τισα- μενός;

ἐν τοίνυν τῷ καιρῷ τῆς ἀναπαύλης, τοι- οῦτον γὰρ ἀρχομένη νύξ, ἐκταράττει τοὺς ταλαιπώρους ταῖς κατὰ τῶν θυρῶν πληγαῖς ἃς πλήττουσιν οἱ τῶν φυλῶν ἐπιμεληταὶ τῷ περὶ ταύτας φόβῳ μὴ διαφθα- ρεῖεν ποιοῦντες τὴν ἀνάγκην τοῦ πυρός. | οὗ γι- [*](R II 263) γνομένου οἶδα βοήσασαν γυναῖκα χήραν ἄνωθεν, ὅτι πῶς ἂν ἅψαι δυναίμην; πόθεν ἂν ἔλαιόν μοι [*](18 cf. 111 499,12; 525,10) [*](1 ἄρχοντος<τὸν τρόπον.> τὸν πόνον ἐπέταξεν coni cf. p. 37, 8 I πόνον· Monnerius fortasse recte 3 γραφῆς Mor sed γρ τροφῆς in marg 4 ὀδυρμῶν om Ι ὀδυ cum lacuna 4—5 litt C | τῇ inserui e V oml reliqui libri 7 ὁδὶ scripsi σὺ libri edd ὁ Re Anim P sed ει, ex o corr ut videtur, in ras m2 11 τοσοῦτον,. πόθεν οὖν πρίωνται; τὸ) διὰ Mor 12 πλείονος Re πλέονος libri Mor 13 μοι om C | μοι λοιπὸν τὸ Mor 14 δ’ Mor 15 τὴν C 19 πυρὸς οὐ γιγνομένου; Mor 21 ἂν (2) om Mor)

184
γένοιτο τὸν πολὺν ἤδη χρόνον ἐλαίου μὴ γε- γευμένῃ;

ἀλλὰ τούτῳ τοῦτ’ εἶναι νεανικὸν δοκεῖ τὸ κελεῦσαι καὶ τὸ πεπραγμένον ἰδεῖν, εἰ δὲ δίκαιον ἢ μὴ, εἰ συμφέρον ἢ τοὐναντίον, οὐδεὶς λόγος. κἂν εἰσελθών τις ὡς αὐτὸν τῶν εἶναι δοκούντων φίλων εἴπῃ τἀληθῆ περὶ τοῦ πράγματος καὶ παραινέσῃ πεπαῦσθαι, ληρεῖν ἔδοξε. καίτοι τίς ἡ περὶ τοῦτο σπουδὴ <τὸ> εἶναι τοσοῦτον ἐν καθευδούσῃ τῇ πόλει; οὐ γὰρ ἂν τοῖς καθεύδουσιν εἴη ἄν τι παρ’ αὐτοῦ τοῖς τε φύλαξιν ἀπόχρη τὸ ἀρχαῖον· κακούργους γε οὐκ ἔστιν εἰπεῖν ἥττους μὲν γεγονέναι νῦν, εἶναι δὲ πρὸ τοῦ πλείους. ἀλλ’ ἔστιν ἅπαν τοῦτο μέθης καὶ ἀσελγείας καὶ τοῦ μηδὲν φροντίζειν τῶν ἐν πενίᾳ ζώντων.