Oratio 33
Libanius
Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
33. Τοῦτον οὖν ἐάσεις ἄρχειν, δι’ ὂν πολλοὶ μὲν ὀδυρμοί, πολλοὶ δὲ θρῆνοι, πολλὰ δὲ δάκρυα, πολλὰ δὲ κατὰ τῶν θεῶν ῥήματα; ναί, τὰ γὰρ <τῶν> τοῖς ἐργαστηρίοις καὶ πρὸς ταύταις ταῖς τέ- χναις ἄμεινον ἔσχεν. ἀλλ’ ἄρτι βαρεῖαν αὐτοὺς ὑπομείναντας φορὰν ὁ τῶν πενήτων οὑτοσὶ κηδεμὼν γράφειν ἠνάγκαζε τὰ περὶ τὰς θύρας οὐσῶν ἐν αὐτοῖς γραφῶν ἃς ἀφ’ ὁμοίας ἀδικίας τῶν πρίν τινες των ἔδειξαν τὴν μὲν πενίαν ἐπιτείναντες τοῖς ἀθλίοις, ποιοῦντες δὲ οὐ καλλίω τὴν πόλιν, τῶν γὰρ ἐν τοῖς [*](R II 261) γραφεῦσι τῶν] φαυλοτάτων | ἔργα ταῦτα. ὡς δ’ ὄντων τούτων ἐκ τῶν ἔμπροσθεν χρόνων ἐπιβάλλειν ἐκέλευεν ἕτερα τοῖς οὐ διεφθαρμένοις.