Oratio 33

Libanius

Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

30. Εἶτ’ ἀπὸ ταυτησὶ τῆς ἀργίας τῆς πολλῆς | [*](R II 258) πολὺς ἦν ἐν πληγαῖς. τοῦτο γὰρ ἡ τοῦδε ἀρχὴ συκοφάντην ἡδέως ἰδεῖν, ἀπ’ αἰτίας ἐπὶ τὴν δίκην δραμεῖν, τοῖς διὰ πληγῶν κακοῖς προσθεῖναι δεσμόν. ὁ δεσμὸς οὗτος ἑτέραν, ὦ βασιλεῦ, δίκην ἔχει τὴν ἐν χρήμασι· δεῖ γὰρ ὑπερβαίνοντα τὸν οὐδὸν τὸν κύριον τῆς θύρας θεραπεῦσαι χρυσίῳ, χρυσίου δὲ οὐκ ὄντος τὸν μὲν δεῖ καθῆσθαι γυμνόν, εἶναι δὲ τὴν ἐσθῆτα τοῦ φύλακος, μητέρα δὲ γραῦν, εἴπερ εἴη τῷ δεδε- μένω, πλανωμένην ἀγείρειν ὅσον ἂν προσαιτοῦσα δύ- νηται.