Oratio 33
Libanius
Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
τοι θυγατέρας ἄρχων οὐ πρῶτος τῇδε ἐξέδωκεν, ἀλλ’ ἐπὶ πολλοῖς ἑτέροις, οἱ δέ τινες καὶ αὐτοὶ γυναῖκας ἠγάγοντο. ἀλλ’ ὅμως οὐδετέρους οἱ γάμοι τῶν δικῶν ἀπήγαγον, ἀλλὰ τὰ μὲν εἰς τοὺς γάμους φέροντα διὰ τῶν φίλων αὐτοῖς ἐπράττετο, τὸν ἄρχοντα δὲ ἦν ὁρᾶν ἐν τοῖς ἑαυτοῦ. ὁδὶ δὲ παρειστήκει μὲν τοῖς ὃ τὴν νύμφην δέξεται ῥάπτουσιν, ἐν δὲ τοῖς πρὸς τοὺς μα- γείρους λόγοις διέτριβεν. οἷς δ’ ἦσαν αἰ δίκαι, πολλοὶ δὲ ἐν αὐτοῖς πένητες, ἐχθροί τε ἦσαν τοῖς γάμοις καὶ κατηρῶντο τοῖς ἐστεφανωμένοις.