Oratio 33

Libanius

Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

21. Ἆρ’ οὖν ἐν ταῖς ἐπὶ τῶν δικαστηρίων ὕβρεσι τὴν παροινίαν ἔστησεν; ἐξεῦρε μὲν οὖν ἃ μηδεὶς ἂν ἕτερος ἐνεθυμήθη, τὸν ἐν Βεροίᾳ ταύτῃ δεῦρο καλέσας μετά τε τῶν ὑπ’ αὐτοῦ τρεφομένων θηρίων καὶ τῶν ἐπ’ αὐτὰ μεμισθωμένων ἀνδρῶν. καὶ ἧκεν ἄγων κτους τε καὶ παρδάλεις καὶ τοὺς τούτων ποτὲ μὲν [*](R II 253) ἡττημένους, | ποτὲ δὲ κεκρατηκότας καὶ ἦν μέγας τῇ βραχυτέρᾳ τὴν μείζω νικῶν πόλιν· καὶ γὰρ εἰ τί- μιον ἐν τῇ Βεροίᾳ τὸ χρῆμα τῶν λόγων, ἀλλ’ οὐκ ἴσον ἥδε κἀκείνη. ἐβούλετ’ οὖν ἐκείνην ἐνταῦθα κατὰ τῆσδε κωμάζειν καὶ τὴν βουλὴν τῆς βουλῆς εἶναι βελτίω δοκεῖν καὶ τῇ μὲν εἶναι μέγα φρονεῖν, τὴν δὲ τετα- πεινῶσθαι καὶ γεγονέναι μικρὰν καὶ ἐξεληλέγχθαι καὶ μηδὲ ἐλεύθερον ἔχειν βλέπειν.

ὅστις οὖν τὴν μὲν πρώτην καθαιρεῖ, τὴν δὲ οὐδὲ δευτέραν ἐπαίρει καὶ παρέχει προπηλακίζειν τὴν ἑαυτῆς βελτίω, τὸν σὸν οὐδὲν οὗτος οἶκον ἀδικεῖ; τὰ μέγιστα μὲν οὖν, ἑέ· τις ἀκριβῶς λογίζοιτο. ἐπέμφθη γὰρ οὐ συνταράξων, ὦ [*](11 cf. p. 127, 16. t. Ι 502, 9) [*](1 τε Mor | ἄλλος πένεται coni Re Anim 3 ἐν] ἐπὶ Β | ἐπὶ ἐπὶ Β 4 πονηρίαν Re | ἂν om V | ἂν ἕτερος] ἕτερος ἂν C) [*](5 βερροία IV cf. l. 11; p. 50, 13; 99, 4; 177, 6 | λειτονργοῦντα post βεροίᾳ excidisse coni Monnerius 6 τε Re γε libri Mor) [*](7 μισθωσαμένων Β 9 ἡττωμένους APBVa ἡττωμένους Ι Mor 10 πόλει Ι 11 βερροία IV | γρ ἀλόγων Gothofredus Cod. Theod. XV 5,1 I ἴσον Ρ sed in ras m3 ἶσον Β 12 ἤδη κἀκείνῃ Μοr | ἐβούλετο Ι 13 κομίζειν Va Mor | εἶναι om Ι) [*](14 τη Ρ sed ~ suprascr m4, I | την Ρ sed suprascr m4, Ι 15 ἐξεληλέγχθαι Β Mor 16 μὴ δὲ ΡΒ ·μηδὲν V 17 οὐ Ρ sed δὲ add m3, Β Va Mor 18 τὸ I 19 ταμέγιστα Ι)

177
βασιλεῦ, τὸν περὶ τὰς πόλεις κόσμον οὐδὲ ταῖς μὲν τὸ ὄν σφισιν ἀξίωμα λυμανούμενος, τὰς δὲ ἐλάττους ἐπάξων ταῖς μείζοσιν, ἀλλὰ τὰ μὲν ὡς εἶχε διατηρήσων, ἑκάστης δὲ ᾗ προσῆκεν ἐπιμελησόμενος καὶ ποιήσων εὐδαιμονεστέραν προνοίᾳ.

ὁ δ’ ἐν τῷ δεῦρο τὸν ἐκ Βεροίας ἐφ’ οἷσπερ ἤγαγεν ἄγειν ἐβόα πρὸς τας, ὅτι τήνδε τὴν πόλιν ὑπ’ ἐκείνῃ κεῖσθαι δεῖ καὶ τοῦ τῆς μητροπόλεως ὀνόματος ἀποστατέον αὐτῇ καὶ τῇ βουλῇ τὴν βουλὴν ὑπεικτέον καὶ ἄνδρα ἀνδρὶ καὶ γνωστέον τοὺς ἀμείνονας. γνοίης | δ’ ἄν, ὅτι [*](R II 254) ταῦθ’ ὕβρις ἦν, ἔκ τε ἡδονῆς καὶ λύπης, ὧν ἡ μὲν ἦν τῶν πρὸς ἡμᾶς εὐνοικῶς ἐχόντων, ἡ δὲ ἡδονὴ τῶν οὐχ οὕτως. ὑβρίζεσθαι δὲ οὐκ ἂν βούλοιο τὰς πόλεις. ἀλλ’ οὗτος ὑβρίζειν βούλοιτ’ ἄν. πῶς ἂν οὖν ὁ οῦτος εἰκότως ἄρχοι;

24. Ἀλλὰ σὺ μὲν ὁ τῶν ὅλων κύριος καὶ παρ’ ὅτου καὶ παθεῖν τι τοιοῦτον οὐ λίαν ἀφόρητον, τιμᾷς ἡμῖν τὴν πόλιν ἐν τοῖς εἰς τοὺς πρέσβεις καὶ πραττο- μένοις καὶ λεγομένοις, καὶ γίγνεται καθ’ ἑκάστην πρε- σβείαν ἡ πόλις ἡμῖν λαμπροτέρα, Τισάμενός δὲ κάθη- τᾶι σκοπῶν καὶ ζητῶν, ἐξ ὅτου γένοιτ’ ἂν ἀδοξοτέρα. εἶτα πονηροὺς μὲν ποιμένας ἀπελαύνουσι τῶν ποιμνίων οἱ τούτων κύριοι καὶ παύσαντες ἐκείνους ἑτέροις παρ- [*](12 Dem. p. 197,4; 1228,14; 1490,19) [*](2 ἐν B 5 ὃ A ὅ PIBV δὲ Re 6 βερροίας ἄγειν V Βοά εἰ in ω corr m2 8 ὀνόματος Β sed ος in ras m2 9 γρ ὑπακτέον in marg Mor 10 δ’ ἄν] δὲ Va Mor 12 τῶν (1) om Mor sed inserendum coni 13 δ’ Re 17 ἡμᾶς Mor) [*](18 γρ τήνδε in marg Mor 19 λεγομένοις καὶ πραττομένοις V | γίνεται Va edd | πρεσβείαν om Va Mor 20 δὲ om Ι) [*](21 ἀδοξότερος Mor sed ἀδοξοτέρα coni)

178
ἔδωκαν τοῖς λυσιτελεστέροις, σὺ δ’ ἐκείνους ἐπὶ πό- λεως τοιαύτης οὐ μιμήσῃ; ᾗ τοιαῦτα μὲν τἀρχαῖα, αῦτα δὲ τὰ μετ’ ἐκεῖνα, τοιαῦτα δὲ τὰ νῦν, ᾗ πλὴν δυοῖν πόλεων ἔνι τι πρὸς ἁπάσας εἰπεῖν περὶ αὑτῆς.

νόμιζε δὲ καὶ τὰς ἄλλας ἀπὸ τῶν αὐτῶν διασώσειν, [*](R II 255) αἷς χείρω τὰ πράγματα διὰ | τὴν τοῦδε κακίαν· ἐπεὶ καὶ αὐτὴν ταύτην ᾗ κεχαρίσθαι φησίν, ἐν αὐτοῖς τούτοις κατέβλαψε μετενεγκὼν εἰς τὴν ἡμετέραν δα- πάνην ἐκείνοις ὀφειλομένην, ὥστ’ ἢ πένητα αὐτῇ ποι- ἥσει τὸν πολιτευόμενον τῇ κατ’ ἄμφω δαπάνῃ ἢ τῇ παρ’ ἡμῖν ἐκείνην ὧν εἶχεν ἂν ἀποστερήσει.

26. Ἠδικῆσθαι γάρ φησιν οὐ κληθεὶς ἐπὶ τὴν τοιαύτην θέαν ὑπὸ τοῦ τὴν θέαν παρέχοντος. εἰ δὲ οὐ κληθεὶς ἠδίκηται, παρ’ αὐτοῦ ζητείτω τὴν δίκην τοῦ δόντος τῷ λειτουργοῦντι τὴν τούτου ἐξουσίαν, ὅτ’ αὐτοῦ μνησθέντος κλήσεως, ἡνίκα ἐπ’ Εὐφράτην οὖτος πρᾶττε, ἀπεκρίνατο, τὸ σόν, ἐμοὶ δὲ ἐφ’ ᾧπερ ἐτάχθην μελήσει, τοὺς λέγων. εἰ μὲν οὖν ἐψεύδου ταῦτα λέγων, οὐ λαμβάνειν δίκην, ἀλλὰ διδόναι δίκαιος εἶ, διὰ τί γὰρ δὴ καὶ ἐξηπάτας; εἰ [*](1 δὲ Re 3 ἢ Mor 4 πόλεων Ρ sed ΄ et ῳ in ras m3 πόλεων CI πολέοιν Α sed in πόλεωιν corr m1, Β sed ΄ supra ὁ eras, VaV V πολέοιν edd formam a grammaticis traditam retinui hic ut t. Ι 607,3; II 266, 11; 342, 18; 343,5, quae qui- dem portenti instar visa est Henrico van Herwerden (Mus. Rhen. LIX 344; LX 107), sed apud Libanium non magis est quam ταῖν | τί Ι | αὑτῆς Ρ sed ‘ in ras m4 αὐτῆς Mor qui τῆς σῆς coni) [*](5 διασώζειν V 6 ἐν αἷς V 9 ὥστε Va edd | αὐτὴ V 11 εἶχεν Mor, γρ εἶχον in marg 12 ὁ V 13 παρασχόντος Mor 14 οὐ κληθεὶς] ἐγκληθεὶς Β | παρ’ αὐτοῦ om Mor 15 τούτων Mor 16 ἡνίκ’ Re 17 ᾔει Ρ sed in ras m2 εἴη Β | πρᾶττε Ρ sed ~ ex ΄ corr m3 πρᾶττε edd 18 μελήσει τοῦ πυρὸς Va Mor, unde μελήσει τοῦ πνροῦ effecit Ρ. Wesseling ad Diod. S. I 46 t. Ι p. 83 εἰ — 19 λέγων om B 20 δι- ατί PIBV | δὴ om V)

179
δ’ ἀληθεύοντος ἦν ἐκεῖνα, τὸ μὴ καὶ δεύτερον | κληθῆναι παρὰ σοῦ γεγένηται. εἰ δὲ δὴ καὶ τὸ [*](R II 256) δίκαιον ἦν ἐν ταῖς αἰτίαις, ἐπὶ τὸν ἡμαρτηκότα χωρεῖν ἔδει τὴν ὀργήν, οὐ, μὰ Δία, τὴν βουλὴν ὅλην. οὐδὲ γὰρ ἐλειτουργοῦμεν, εἴποιεν ἄν, ἅπαντες οὐδ’ ἣν ἔδει ποιεῖσθαι κλῆσιν ἐξελίπομεν.

πιστὸν δὲ αὐτὸν ἀρνούμενον ταύτην ἐποίει τὴν κοινωνίαν καὶ τὸ παρὰ τῆς μείζονος ἀρχῆς προειρῆσθαι τῷδε μένειν τε αὐτοῦ καὶ μὴ κινεῖσθαι, πρὶν ἂν αὐτὸς ἀπ’ Αἰγύπτου τε καὶ τῶν Νείλου ῥευμάτων ἐπανέλθῃ. καὶ τοῦτο οὕτως ἐστὶν ἰσχυρόν, ὥστε καὶ λυθὲν σοῖς, ὦ βασιλεῦ, γράμμασι δόντος τοῖς Τισαμένῳ βοηθοῦσι τὴν χάριν ὅμως ἐτετήρητο. ὁ δὲ τοῦ μὴ καλέσαντος ὀρθῶς οὐ κεκληκότος μισεῖ μὲν ἐκεῖνον, μισεῖ δὲ τοὺς ἄλλους, λῆξαι δὲ οὐδὲ ἐν μακρῷ δεδύνηται τῷ χρόνῳ.

28. Ἀλλὰ τούτους μέν, εἰ καὶ μὴ δικαίως, ὅμως ἐγκαλῶν τι ζημιοῖ, τοὺς δὲ δικαζομένους, ἐρῶ γὰρ ὅ με διέφυγε πρότερον, τί λαβὼν αὐτὸν ἠδικηκότας ἀπόλ- λυσι καὶ ταῦτα διὰ γάμων; τὰς γὰρ αὑτοῦ θυγατέρας ἐκδιδοὺς πολὺ πρὸ τῆς τῶν γάμων ἡμέρας εἰσκαλέσας τῶν ῥητόρων τὸν χορὸν | σιγᾶτε, ἔφη, τῆς R II 257 σιγῆς ἀρξάμενοι τήμερον, μέχρις ἂν αἱ κόραι τῶν νυμφίων γένωνται, τὸ πρᾶγμα ἑορτὴν ὀνο- [*](8 cf. p. 168, 16) [*](1 δὲ PBVa edd 3 τοῦ ἡμαρτηκότος coni Mor 4 οὔ PBV | ἐπὶ τὴν edd at cf. t. II 473, 3 5 οὐδὲ Re 6 αὖ τὸν Re quod improbavit Monnerius 8 τόδε Va προειρῆσθαι· τὸ δὲ Mor 13 τοῦ libri Mor γ’ οὐ Re 17 τί B 18 ἠδι- κηκότα Μοr 19 αὐτοῦ IV 22 μέχρι APIVaV Mor sed in hoc γρ μέχρις in marg)

180
μάσας. τὸ δὲ ἦν ἀποφράς, βλάβη μὲν τοῖς οὐ λέγουσι, βλάβη δὲ τοῖς τῆς ἐκείνων δεομένοις φωνῆς.

τοι θυγατέρας ἄρχων οὐ πρῶτος τῇδε ἐξέδωκεν, ἀλλ’ ἐπὶ πολλοῖς ἑτέροις, οἱ δέ τινες καὶ αὐτοὶ γυναῖκας ἠγάγοντο. ἀλλ’ ὅμως οὐδετέρους οἱ γάμοι τῶν δικῶν ἀπήγαγον, ἀλλὰ τὰ μὲν εἰς τοὺς γάμους φέροντα διὰ τῶν φίλων αὐτοῖς ἐπράττετο, τὸν ἄρχοντα δὲ ἦν ὁρᾶν ἐν τοῖς ἑαυτοῦ. ὁδὶ δὲ παρειστήκει μὲν τοῖς ὃ τὴν νύμφην δέξεται ῥάπτουσιν, ἐν δὲ τοῖς πρὸς τοὺς μα- γείρους λόγοις διέτριβεν. οἷς δ’ ἦσαν αἰ δίκαι, πολλοὶ δὲ ἐν αὐτοῖς πένητες, ἐχθροί τε ἦσαν τοῖς γάμοις καὶ κατηρῶντο τοῖς ἐστεφανωμένοις.

30. Εἶτ’ ἀπὸ ταυτησὶ τῆς ἀργίας τῆς πολλῆς | [*](R II 258) πολὺς ἦν ἐν πληγαῖς. τοῦτο γὰρ ἡ τοῦδε ἀρχὴ συκοφάντην ἡδέως ἰδεῖν, ἀπ’ αἰτίας ἐπὶ τὴν δίκην δραμεῖν, τοῖς διὰ πληγῶν κακοῖς προσθεῖναι δεσμόν. ὁ δεσμὸς οὗτος ἑτέραν, ὦ βασιλεῦ, δίκην ἔχει τὴν ἐν χρήμασι· δεῖ γὰρ ὑπερβαίνοντα τὸν οὐδὸν τὸν κύριον τῆς θύρας θεραπεῦσαι χρυσίῳ, χρυσίου δὲ οὐκ ὄντος τὸν μὲν δεῖ καθῆσθαι γυμνόν, εἶναι δὲ τὴν ἐσθῆτα τοῦ φύλακος, μητέρα δὲ γραῦν, εἴπερ εἴη τῷ δεδε- μένω, πλανωμένην ἀγείρειν ὅσον ἂν προσαιτοῦσα δύ- νηται.

οἱ μὲν οὖν ἄλλοι μετὰ τὰς πληγὰς τοῖς οἰκείοις ἀφεῖσαν τὸν τοῦτο πεπονθότα καὶ ἰατροῖς δὴ καὶ ἰατρῶν φαρμάκοις, ὁ δὲ πέμπει τοὺς ἀθλίους ἀπο- λουμένους τοῖς ἐν τῷ δεσμωτηρίῳ κακοῖς. καὶ εἰ μὲν [*](24 cf. p. 68, 11. 75, 16) [*](3 τῇδε] ὁδὶ ? Sintenis coll. 1. 8 4 γυναῖκεσ Ι sed εσ del 8 παρεστήκει Mor 9 num <δωμάτιον> ῥάπτουσιν ? 10 Re οἱ CAIVa οἵ ΒV οἱ Ρ sed in ἵ corr m2, Mor 14 τοῦ δὶ Re quod improbavit Monnerius 20 τον Ι | δεῖ καθῆσθαι Β sed εῖ κα in ras m2 22 ἄγειν C)

181
ἢ αὑτὸν ἀναμιμνήσκων ἔλυεν ἢ τοῖς ὑπηρέταις ἦν ἀναμιμνήσκειν ἐξουσία, μετριώτερον ἂν ἦλθε, νῦν δ’ ἀνάγκη πρὸς πολλῶν γόνατα προσπεσεῖν οὐ πάντων τὰ τοιαῦτα αἰδουμένων, τῶν δ’ αὖ ἐπιεικεστέρων οἱ μὲν ἀσχολίαν, οἱ δ’ ἄλλο τι φήσαντες δώσειν μὲν εἶ- πον τὴν χάριν, εὐθὺς δὲ οὐ δύνασθαι. τῷ δὲ μακρό- τερον τὸ | κακόν.

[*](R II 259)

32. Εἶτ’ ἂν μὴ φιλάνθρωπος ἀκούσῃ, δεινὰ πεπον- θἐναι φησὶ καὶ τῇ φύσει τῇ αὑτοῦ ματος στέρεσθαι οὐκ αἰσχυνόμενος πληγὰς ἑτέρας τὰς κατὰ τῶν οὐ δυναμένων εἰσπρᾶξαι τοὺς οὐ δυναμένους ἐκτίσαι. καίτοι τί μιαρώτερον τοῦ μὴ δύνασθαι μὲν λέγειν, ὡς οὐχ οὕτω τοῦτ’ ἐχρῆν, τῆς δὲ τῶν τομένων ἀπορίας ἀπαιτεῖν δίκας τοὺς τεταγμένους εἰσπράττειν; ὅμοιον γὰρ τοῦτό γε τῷ παρὰ τῶν ἰα- τρῶν ἀπαιτεῖν ζῶντας τοὺς τεθνηκότας. οὔτε γὰρ ἐκεῖνο τῶν ἐχόντων ἐστὶ φύσιν τοῦτό τε τῶν των. κἂν δείρῃ τις τὸν ὀφείλοντα, τὸ δέρμα μὲν ἀφέλοιτ’ ἄν, χρήματα δὲ τὸν οὐκ ἔχοντα ἔχειν οὐκ ἔσθ’ ὅπως ἂν ποιήσειεν. ὁ δὲ τοὺς μὲν πράκτορας, | εἰ μὴ δύναιντ’ ἂν εἰσπρᾶξαι, δίκαιον εἶναί φησιν [*](R II 260) [*](2 τοῦτο οὐχ ἕπεται τῷ λόγῳ οὕτως κείμενον V2) [*](1 αὑτὸν Ρ sed ‘ e ’ corr m4 αὐτὸν Β Mor | ἀναμιμνήσκων Mor 2 ἐξουσία — 3 ἀνάγκη om Mor | ἦν Re quod impro- bavit Monnerius num δπῆλθε? | δὲ Re 5 οἱ AI οἴ Ρ sed ΄ add m3, BV | δὲ τῷ τω corr P4 αὑοῦ P sed ‘ in ras m4 αδτοῦ IBVaV Mor ἑαυτοῦ Re 10 τὰς — 11 εἰσπρᾶξαι om Mor 11 εἰσπράξαι BV 12 ἐκτῖσαι Ρ sed ~ in ras m3, fortasse recte cf. ad t. II 465, 3 13 ὡς om Mor | οὐχ „deletum mallem“ Re 14 εὐπορίας Μοr 15 ΙΒ 16 τοῦ Ι 17 γε Mor om Ι 19 ἀφαιροῖτ’ Μοr | οὐκέθ’ Mor 21 ἂν delendum videtur | φασὶν Mor)

182
οἴκοθεν θεῖναι, οὕτως ἐστὶν ἡμῖν Αἰακός, ὁ δ’ οὐδὲ τοῦτο δυνάμενος τύπτεται.

33. Τοῦτον οὖν ἐάσεις ἄρχειν, δι’ ὂν πολλοὶ μὲν ὀδυρμοί, πολλοὶ δὲ θρῆνοι, πολλὰ δὲ δάκρυα, πολλὰ δὲ κατὰ τῶν θεῶν ῥήματα; ναί, τὰ γὰρ <τῶν> τοῖς ἐργαστηρίοις καὶ πρὸς ταύταις ταῖς τέ- χναις ἄμεινον ἔσχεν. ἀλλ’ ἄρτι βαρεῖαν αὐτοὺς ὑπομείναντας φορὰν ὁ τῶν πενήτων οὑτοσὶ κηδεμὼν γράφειν ἠνάγκαζε τὰ περὶ τὰς θύρας οὐσῶν ἐν αὐτοῖς γραφῶν ἃς ἀφ’ ὁμοίας ἀδικίας τῶν πρίν τινες των ἔδειξαν τὴν μὲν πενίαν ἐπιτείναντες τοῖς ἀθλίοις, ποιοῦντες δὲ οὐ καλλίω τὴν πόλιν, τῶν γὰρ ἐν τοῖς [*](R II 261) γραφεῦσι τῶν] φαυλοτάτων | ἔργα ταῦτα. ὡς δ’ ὄντων τούτων ἐκ τῶν ἔμπροσθεν χρόνων ἐπιβάλλειν ἐκέλευεν ἕτερα τοῖς οὐ διεφθαρμένοις.

τί δὴ τὸ τούτων αἴτιον; τοῖς γραφεῦσιν εἴς τινας στοὰς χρη- σάμενος δοῦναι τῆς γραφῆς τὸν μισθόν, ἡ δίκαιον ἦν, οὐκ ἐθέλων διέλυσεν αὐτὸν ἐκ τῶν οὐκ ἀναγκαίων γραφῶν. καὶ οἱ μὲν ἔγραφον, οἱ δὲ ἐδάκρυον ἐκ τοῦ πεινῆν μέλλοντες τὰ δίκαια πρὸς ἐκείνους ποιήσειν. [*](1 cf. t. II 319, 21 R 10 cf. p. 37, 8 sq.) [*](1 ἔστιν V | δὲ Re 3 ἄρξειν Mor | ὃν Mor sed γρ οὗ in marg 5 τῶν inserui auctore Re coll. 183, 9 9 ἠναγκάζετο V | τὰ om V 10 ἀφ’ Ρ sed αφ in ras m2 ἐφ’ Μοr | τινες Re τινος libri sed ἑ θηρία ὁ pos V2, Mor 11 ἔδεξαν Μοr qui ἐδέξαωτο vel ἔλεξαν coni | ἄθλοις Ι 13 γραφεῦσιν Mor sed γρ γραφεῖσι in marg | τῶν libri Monnier cancellavi τῶν τού- των Μοr τῷ φαυλοτάτῳ Re qui τῷ πάντων φαυλοτάτῳ coni | ταῦτα. ὡς δ’ ὄντων scripsi ταύτας (e ταῦτα corr A, ταῦτα V Mor Monnier et coni Re) δόντων libri Mor Re ταῦτα. οὗτος δ’ ὄντων Monnier τούτων ἐκ τῶν ἔμπροσθεν χρόνων] τῶν ἀρχόντων τῶν ἐν τῷ ἔμπροσθεν χρόνῳ, πολλὰ διεφθάρη. ὁ δὲ coni Re 17 ἢ Ι 18 αὐτὸν om Mor)

183
ὁρᾷς, ὦ βασιλεῦ, τοῦ ἄρχοντος τὸν πόνον; ἐπέταξεν ἐν ὀλίγαις συλλαβαῖς. οὐκ ἦν ἀντειπεῖν τοῖς ἐπιτατ- τομένοις. ἀφῄρουν τῆς ἑαυτῶν τροφῆς.

ὁ δ’ ἀφορ- μὴν ὀδυρμῶν παρασχὼν τῇ πόλει πῶς ἂν εἴη καλλίω τήνδε πεποιηκὼς | τὴν πόλιν; ἐγὼ μὲν γὰρ τὸ [*](R II 262) τοὺς ἀπόρους εὐπορωτέρους ποιεῖν ὥραν ἡγοῦμαι πόλεως, ὁδὶ δ’ αὖ τῶν ἐναντίων αἴτιος ἡμῖν οἷς τε εἶπον τούτοις τοῖς περιττοῖς καὶ οἷς ἐρῶ. τοὺς γὰρ αὐτοὺς δὴ τούτους τοὺς ἐν τοῖς ἐργαστηρίοις κελεύει τριπλάσιον ἐν τῇ νυκτὶ παρέχειν τὸ πῦρ. πόθεν οὖν ἔλαιον τοσοῦτον πρίωμαι τὸ διὰ τὸ πολὺ πῦρ τοῦτο πλείονος ἢ πρόσθεν πωλούμενον; πόσον μοι τὸ παρὰ τῶν χειρῶν ἀργύριον; πόσα δι’ αὐτοῦ μοι γένηται; τί πρὸς ἐρεῖ Τισα- μενός;

ἐν τοίνυν τῷ καιρῷ τῆς ἀναπαύλης, τοι- οῦτον γὰρ ἀρχομένη νύξ, ἐκταράττει τοὺς ταλαιπώρους ταῖς κατὰ τῶν θυρῶν πληγαῖς ἃς πλήττουσιν οἱ τῶν φυλῶν ἐπιμεληταὶ τῷ περὶ ταύτας φόβῳ μὴ διαφθα- ρεῖεν ποιοῦντες τὴν ἀνάγκην τοῦ πυρός. | οὗ γι- [*](R II 263) γνομένου οἶδα βοήσασαν γυναῖκα χήραν ἄνωθεν, ὅτι πῶς ἂν ἅψαι δυναίμην; πόθεν ἂν ἔλαιόν μοι [*](18 cf. 111 499,12; 525,10) [*](1 ἄρχοντος<τὸν τρόπον.> τὸν πόνον ἐπέταξεν coni cf. p. 37, 8 I πόνον· Monnerius fortasse recte 3 γραφῆς Mor sed γρ τροφῆς in marg 4 ὀδυρμῶν om Ι ὀδυ cum lacuna 4—5 litt C | τῇ inserui e V oml reliqui libri 7 ὁδὶ scripsi σὺ libri edd ὁ Re Anim P sed ει, ex o corr ut videtur, in ras m2 11 τοσοῦτον,. πόθεν οὖν πρίωνται; τὸ) διὰ Mor 12 πλείονος Re πλέονος libri Mor 13 μοι om C | μοι λοιπὸν τὸ Mor 14 δ’ Mor 15 τὴν C 19 πυρὸς οὐ γιγνομένου; Mor 21 ἂν (2) om Mor)

184
γένοιτο τὸν πολὺν ἤδη χρόνον ἐλαίου μὴ γε- γευμένῃ;

ἀλλὰ τούτῳ τοῦτ’ εἶναι νεανικὸν δοκεῖ τὸ κελεῦσαι καὶ τὸ πεπραγμένον ἰδεῖν, εἰ δὲ δίκαιον ἢ μὴ, εἰ συμφέρον ἢ τοὐναντίον, οὐδεὶς λόγος. κἂν εἰσελθών τις ὡς αὐτὸν τῶν εἶναι δοκούντων φίλων εἴπῃ τἀληθῆ περὶ τοῦ πράγματος καὶ παραινέσῃ πεπαῦσθαι, ληρεῖν ἔδοξε. καίτοι τίς ἡ περὶ τοῦτο σπουδὴ <τὸ> εἶναι τοσοῦτον ἐν καθευδούσῃ τῇ πόλει; οὐ γὰρ ἂν τοῖς καθεύδουσιν εἴη ἄν τι παρ’ αὐτοῦ τοῖς τε φύλαξιν ἀπόχρη τὸ ἀρχαῖον· κακούργους γε οὐκ ἔστιν εἰπεῖν ἥττους μὲν γεγονέναι νῦν, εἶναι δὲ πρὸ τοῦ πλείους. ἀλλ’ ἔστιν ἅπαν τοῦτο μέθης καὶ ἀσελγείας καὶ τοῦ μηδὲν φροντίζειν τῶν ἐν πενίᾳ ζώντων.

38. Εἶτά με ἐρήσεταί τις, εἰ δεδωροδόκηκεν ὁ ἄν- θρωπος. εἰ δὲ τοῦτο μὲν οὔ, διέθηκε δὲ οὕτω τοὺς ἀρχομένους, ὡς ἤκουσάς μου διδάσκοντος, ἀγαθός ἐστι κακὸς ὤν, ἐπεὶ μὴ χρημάτων <εἵνεκά> ἐστι κακός; δὲ αὐτὸν μὲν οὔ φημι λαβεῖν, λαβεῖν δὲ ἑτέρους διὰ τοῦτον τῶν μὲν ἀδικεῖν προαιρουμένων ἐπί τε τοὺς κηδεστὰς καταφευγόντων καὶ τὸν τούτου ἀδελφὸν καὶ τὴν τούτων μητέρα καὶ τὸν οὐδεπώποτε] ταύτην | [*](2 cf. t. II 396, 1) [*](1 τὸν scripsi e V cum Mor quod delendum censuit Re Anim τῆι Α sed in marg manu recentissima (Ehingeri?) τὸν τῇ reliqui libri Re | χρόνου Μοι | γευσαμένῃ Mor 3 voice πεπραγμένου desinit Mor lacuna indicata, unde etiam vox la- cuna manu illa recentissima in marg A scripta fluxit 4 εἰ scripsi ἢ libri edd 6 τόληθὲς Ι 7 τις Re | τοῦτο re- posui e libris τούτου ἡ ταῦτα Re | σπουδὴ Ρ sed ΄ in ras m3 | τὸ inserui 9 ἄν om V | δὲ ? 10 γε scripsi τε libri sed δὲ suprascr P3, Re 11 δ’ ἢ coni Monnerius 17 εἵνεκά inserui coll. t. Ι 295, 22 18 μὲν om Ι 19 τοῦτον. libri Re . delevi 21 τούτου CB | οὐδέποτε Β)

185
λυπήσαντα τὸν βέλτιστον ἰατρόν, ὧν ἕκαστος [*](R II 264) ὅτου μνησθείη, τοῦτ’ εὐθὺς ἔδει πεπρᾶχθαι, ἦν δὲ οὐχ οἷόν τε ὁμοῦ καὶ τοὺς νόμους κρατεῖν καὶ τού- τους κερδαίνειν. οἱ δὲ ἐκέρδαινον καθ’ ἑκάστην ἡμέ- ραν. οὐκ ἄρα τοῖς νόμοις ὑπῆρχε κρατεῖν. ὁ δὲ τὸ δύνασθαι τοὺς νόμους ἀφαιρούμενος σώζειν ἂν αὐτοὺς οὗτος δοκοῖ; τί γάρ; εἰ τὸ χρυσίον εἰς μὲν τὰς τοῦδε χεῖρας οὐκ ἔρχοιτο, εἰς δὲ τὰς ἑτέρων τούτου ποντος, ἦττον τὸ δίκαιον ἐκ δωροδοκίας ἀπόλωλεν;

διὰ τοῦτο ὅταν τις μέγα ἐργάσηται κακὸν καὶ φόβοι παρὰ τῶν νόμων ὦσι, γελᾷ· δρόμον γὰρ αὑτῷ μὲν ἔσεσθαι παρὰ τὸν κηδεστὴν μετὰ χρημάτων, ἐκείνῳ δὲ παρὰ τὸν πατέρα τῆς γυναικός, ἐκ δὲ τῶν καλῶν τούτων εἰσόδων καὶ λόγων οἰχήσεσθαι τὸ δίκαιον κα- ταπατηθέν. οὗτος μὲν οὖν οὐκ ἔσχε πόρον τοιοῦτον, ἑτέροις δὲ παρέσχε, καὶ τὰ αὑτοῦ μὲν ἐντεῦθεν οὐκ ηὔξησεν, οἶκον δὲ ἀνθρώπου πονηροῦ.

πολλοὶ δὴ τῶν πανδοκέων τοῖς λῃσταῖς συμπράττουσι μὲν εἰς τὴν ἀπὸ τῶν φόνων πρόσοδον, λαμβάνουσι δὲ οὐδέν, ἀλλ’ ἀρκοῦν αὐτοῖς κέρδος τὸ τοῖς κακούργοις κεχα- ρίσθαι. καὶ κάθηται Τισάμενός ψήφους περὶ τοιούτων φέρων. οἶδα δέ τινας τούτων μὲν οὐδέτερον πεποιη- κότας οὔτ’ αὐτοὺς λαβόντας οὔθ’ ἑτέρους πεποιηκότας [*](2 πεπρᾶχθαι Ρ sed ΄ in ~ corr m3, Ι 7 δοκῆ C 8 τῶν ante ἑτέρων Α sed del m1, Re qui τῶν ἑταίρων coniecit delevi coll. 1. 16 σφῶν C | πέμποντος; Monnier 9 ἀπόλωλεν Ι sed ν del m1 ἀπόλωλε V 10 διατοῦτο APIBV | τίς Ι 11 αὑτῷ C Re αὐτῶι Α αὐτῶ reliqui libri 15 οὗτος Ρ sed o in ras m3 16 αὑτοῦ Ρ sed ‘ in ras m3, V Re αὐοῦ reliqui libri 17 δὴ scripsi auctore Monnerio δὲ libri edd 18 λῃσταῖς ΙΒ 21 περὶ scripsi ὑπὲρ libri Re | τῶν τοιούτων Ι 22 οὐδὲν Β)

186
λαβεῖν, τῇ δὲ ἄλλῃ κακίᾳ λυμηναμένους τὰς πόλεις καὶ μισουμένους ὅμως ἐκ τῶν ἄλλων συμφορῶν καὶ οὐ δόξαντας εἶναι χρηστοὺς διὰ τὸ πεπρακέναι μηδέν.

[*](R II 265)