Oratio 33

Libanius

Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

ὁ τοίνυν καὶ στατῆρα καὶ στατῆρος ἥμισυ καὶ τρίτον εἰς μέσον ἕλκων οὗτος ἦν, ἃ τῷ πλήθει τῶν ἐτῶν ἐκάθευδε, καὶ ταῦτα ἔπραττεν, ὅπως εἰς τὴν ποίησιν αὐτῷ τῶν οἰκημάτων εἴη χρήματα, ὧν οὐδεὶς οὐδὲν οὐδεπώποτε εἶδεν ἀχρηστότερον. ὁ δὲ λίθοις μὲν ἠξίου μείζω τὴν πόλιν ποιεῖν, τὰ δ’ εἰς τὴν βου- Λὴν ἐλάττω πάντων μὲν γελώντων, πάντων δὲ χόντων τῆς περὶ τοῦτο σπουδῆς τὴν ἀχρηστίαν τῷ μηδὲ διὰ τῶν θηρίων τὸν λειτουργήσοντα εἶναι.