Oratio 33
Libanius
Libanius, Orationes 33, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
13. Ἀλλὰ τὰ πρὸς τὴν βουλὴν αὐτῷ καλά τε καὶ τὸν ἄρχοντα δεικνύοντα; ἀλλ’ ἔπραττε μὲν οὐδὲ πρότερον εὖ, προσκατεπόντισε δὲ αὐτὴν ὁ κακὸς ἄνθρωπος οὗτος ἃ παρῶπτο τοῖς ὑπάρχοις δι’ ἀσθέ- νειαν τῆς βουλῆς, αὐτὸς ἀναζητῶν, διερευνώμενος, οὐκ ἐῶν κεῖσθαι, μέχρι δραχμῆς καὶ ὀβολοῦ καὶ τῶν οὕτω μικρῶν ἀκριβολογούμενος, ἄλλοις μὲν ἐγκαλῶν, ἑτέρους δὲ εἰσπράττων. ἑτέρους δὲ ὅταν εἴπω, τοὺς βουλεύ- [*](R II 247) ὄντας λέγω τοὺς ἐκ πολλῶν | ὀλίγους τεθνεώτων μὲν τῶν ὀφειλόντων, προσαιτούντων δὲ τῶν ἐκείνων υἱέων οὐ διὰ κακίαν τῶν πατέρων, ἀλλὰ διὰ τοὺς τὰ τοιαῦτα ἀξιοῦντας ἐσθίειν, τοὺς δεινοὺς ὑπηρέτας, οἵ καὶ λαμβάνουσι καὶ σιγῶνται τῷ παρ’ ἑαυτῶν φόβῳ.