Oratio 30

Libanius

Libanius, Oratio 30, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

κατα- βάσης δὲ τῆς ἀρχῆς ἐπὶ τὸν ἐξ ἐκείνου, μᾶλλον δὲ τοῦ [*](R II 163) σχήματος, | ὡς τό γε κρατεῖν ἑτέρων ἦν, οἷς ἡ ἐξ ἀρχῆς παιδαγωγία καὶ τὸ μέχρι παντὸς ἶσον δύνασθαι παρέσχεν, οὗτος οὖν ἐν τῷ κελεύεσθαι παρ’ αὐτῶν βασιλεύων ἄλλα τε οὐ καλὰ πείθεται καὶ μηκέτ’ εἶναι [*](6 Maxentium. cf. Zos. II 16 9 Licinii. cf. Zos. II 28. Iul. Conv. p. 328 D sq. 12 cf. or. LXV t. III 436, 17 sq R 20 Cod. Theod. XVI 10, 2. 4. 5. 6) [*](16 Κωνστάντιον λέγει τὸν τοῦ μεγάλου Κωνσταντίνου υἱόν P3) [*](1 τούτων Μ 2 οἱ ῥωμαῖοι Β 4 μετ’ αὐτὴν V 5 αὐτῶν Ι Got 7 γνώμην Got | αὐτοῦ V 9 ἐκείνω Ι sed είνω ex εῖνο corr m3 ἐκείνω Β sed ’ et ~ et ω add m2 10 αὑτῷ Ρ sed ‘ in ras m3 αὐτῶ IV Got ἀυτῶ U 13 χρή- μασιν Α 14 οὐδὲν ἓν Got 15 ὁρᾶν om Β | τἆλλα A 16 ἐξεκείνου Β 17 ἡ inser I3 | ἐξαρχῆς BV 18 ἴσον] εἶναι Β) [*](19 οὖν inser I3)

91
θυσίας. ταύτας ὁ ’κείνου μὲν ἀνεψιός, ἀρετὴν δὲ ἅπασαν κτησάμενος ἐπανάγει καὶ τεθνεῶτος ἐν Πέρ- σαις, ὅ τι δεδρακὼς ἢ μέλλων, ἀφίημι νῦν, μένει μέν τινα τὸ θύειν ἱερεῖα χρόνον, νεωτέρων δέ τινων συμβάντων ἐκωλύθη παρὰ τοῖν ἀδελφοῖν, ἀλλ’ οὐ τὸ λιβανωτόν. ἀλλὰ τοῦτό γε καὶ ὁ σὸς ἐβεβαίωσε νόμος, ὥστε μὴ μᾶλλον ἀλγεῖν ἡμᾶς | οἷς ἀφῃρέθημεν ἢ [*](R II 164) χάριν εἰδέναι τῶν συγεκχωρημένων.

σὺ μὲν οὖν οὔθ’ ἱερὰ κεκλεῖσθαι <ἐκέλευσας> οὔτε μηδένα οὔτε πῦρ οὔτε λιβανωτὸν οὔτε τὰς ἀπὸ τῶν ἄλλων θυμιαμάτων τιμὰς ἐξήλασας τῶν νεῶν οὐδὲ τῶν μῶν, οἱ δὲ μελανειμονοῦντες οὗτοι καὶ πλείω μὲν τῶν ἐλεφάντων ἐσθίοντες, πόνον δὲ παρέχοντες τῷ πλήθει τῶν ἐκπωμάτων | τοῖς δι’ ᾀσμάτων αὐτοῖς παρα- [*](R II 165) πέμπουσι τὸ ποτόν, συγκρύπτοντες δὲ ταῦτα ὠχρότητι τῇ διὰ τέχνης αὐτοῖς πεπορισμένῃ μένοντος, ὦ βασιλεῦ, καὶ κρατοῦντος τοῦ νόμου θέουσιν ἐφ’ ἱερὰ ξύλα ροντες καὶ | λίθους καὶ σίδηρον, οἱ δὲ καὶ ἄνευ [*](R II 166) τούτων χεῖρας καὶ πόδας. ἔπειτα Μυσῶν λεία καθαι- [*](3 cf. t. II 371,1 5 t. II 391,5; 433,1; 518,16 6 Dion. Cass. LVI 31, 3 | Cod. Theod. XVI 10,7. cf. p. 80 not. 3 19 cf. t. I 476, 6. t. II 22, 12) [*](1 Ἰουλιανὸν P3 ὤφειλεν, 6 τι δεδρακότος P3) [*](9 κεκλεῖσθαι] τὸ σχῆμα ἀτελές. λείπει τὸ ἐκέλευσας C f) [*](12 σημείωσαι περὶ μοναχῶν τι φλυαρεῖ ὁ Κρονόληρος CA περὶ τῶν μοναχῶν ὁ λόγος Ρ3) [*](1 ᾿κείνου Ι sed ’ inser m3 ἐκείνου Β κείνου edd 3 ὅ τι <δὲ> δεδρακὼς ἢ μέλλων <ἀπέθανεν>, ἀφίημι coni Re μὲν τίνα I 4 τινων inser I3 om Μ 9 ἐκέλευσας inserui auctore Re cf. schol. 12 μελανειμοῦντες I 17 τοῦ om U)

92
ρουμένων ὀροφῶν, κατασκαπτομένων τοίχων, κατασπω- μένων ἀγαλμάτων, ἀνασπώμενον βωμῶν, τοὺς ἱερεῖς δὲ ἢ σιγᾶν ἢ τεθνάναι δεῖ· τῶν πρώτων δὲ κειμένων δρόμος ἐπὶ τὰ δεύτερα καὶ τρίτα, καὶ τρόπαια τροπαίοις ἐναντία τῷ νόμῳ συνείρεται.

τολμᾶται μὲν οὖν κἀν ταῖς πό- λεσι, τὸ πολὺ δὲ ἐν τοῖς ἀγροῖς. καὶ πολλοὶ μὲν οἱ καθ’ [*](R II 167) ἕκαστον πολέμιοι, | ἐπὶ δὲ μυρίοις κακοῖς τὸ διε- σπαρμένον τοῦτ’ ἀθροίζεται καὶ λόγον ἀλλήλους ἀπαι- τοῦσι τῶν εἰργασμένων καὶ αἰσχύνη τὸ μὴ μέγιστα ἠδικηκέναι. χωροῦσι τοίνυν διὰ τῶν ἀγρῶν ὥσπερ χείμαρροι κατασύροντες διὰ τῶν ἱερῶν τοὺς ἀγρούς. ὅτου γὰρ ἂν ἱερὸν ἐκκόψωσιν ἀγροῦ, οὗτος τετύφλω- ταί τε καὶ κεῖται καὶ τέθνηκε. ψυχὴ γάρ, ὦ βασιλεῦ, τοῖς ἀγροῖς τὰ ἱερὰ προοίμια τῆς ἐν τοῖς ἀγροῖς κτί- σεως γεγενημένα καὶ διὰ πολλῶν γενεῶν εἰς τοὺς νῦν ὄντας ἀφιγμένα.

καὶ τοῖς γεωργοῦσιν ἐν αὐτοῖς αἱ ἐλπίδες ὅσαι περί τε ἀνδρῶν καὶ γυναικῶν καὶ τέκνων καὶ βοῶν καὶ τῆς σπειρομένης γῆς καὶ τῆς πεφυτευμένης. ὁ δὲ τοῦτο πεπονθὼς ἀγρὸς ἀπολώ- λεκε καὶ τῶν γεωργῶν μετὰ τῶν ἐλπίδων τὸ πρόθυ- μον· μάτην γὰρ ἡγοῦνται πονήσειν τῶν εἰς δέον τοὺς πόνους ἀγόντων ἐστερημένοι θεῶν. τῆς γῆς δὲ οὐκέθ᾿ [*](R II 168) ὁμοίων | πόνων ἀπολαυούσης οὐδ’ ἂν ἴσος ὁ τόκος [*](1 κατασκαπτομένων Ι sed σκαπτο in ras 3 — 4 litt m3 5 ταῦτα post οὖν inser coni Re 9 τὰ ante μέγιστα inser coni Re 11 χείμαρροι in χειμάρροι corr V2 (cf. schol. Ven. A ad ll. δ 452) 12 οὗτος scripsi cum Re Anim et Cobeto Coll. 126 τούτῳ PU edd τοῦτο reliqui libri, sed τούτω suprascr V2, in τούτω corr I3 13 ψυχή. post τέθνηκε inser Re, quod improbanerunt Cobet et Monnier | κτίσεως C sed ι in η corr f κτήσεως IBMV 17 τε Ι sed ε in ras m3 19 ὅδε Got 22 τῆς γῆς — 93, 1 ἀπαντῴη citat Plan fol. 104 22 δ’ Plan 23 ἶσος Ρ sed ~ in ΄ corr m3, Plan ἴσως Got)

93
τῷ πρὶν ἀπαντῴη. τούτου δὲ ὄντος τοιούτου πενέστε- ρος μὲν ὁ γεωργός, ἐν βλάβῃ δὲ ὁ φόρος. καὶ γὰρ ἄν σφόδρα ἐθέλῃ τις, τό γε μὴ δύνασθαι κωλύει.

11. Οὕτως ἐπὶ τὰ μέγιστα τῶν πραγμάτων βαδίζει τὰ διὰ τὴν τούτων ἀσέλγειαν κατὰ τῶν ἀγρῶν τολ- μωμένα, οἱ φασὶ μὲν τοῖς ἱεροῖς πολεμεῖν, ἔστι δὲ οὗτος ὁ πόλεμος πόρος τῶν μὲν τοῖς ναοῖς ἐγκειμένων, τῶν δὲ τὰ ὄντα τοῖς ταλαιπώροις ἁρπαζόντων τά τε κείμενα αὐτοῖς ἀπὸ τῆς γῆς καὶ ἃ τρέφουσιν. ὥστ ἀπέρχονται φέροντες οἱ ἐπελθόντες τὰ τῶν ἐκπεπο- λιορκημένων. τοῖς δὲ οὐκ ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ γῆν σφετερίζονται τὴν τοῦ δεῖνος ἱερὰν εἶναι λέγοντες, | καὶ πολλοὶ τῶν πατρῴων ἐστέρηνται δι’ ὀνόματος [*](R II 169) οὐκ ἀληθοῦς. οἱ δ’ ἐκ τῶν ἑτέρων τρυφῶσι κακῶν οἱ τῷ πεινῆν, ὥς φασι, τὸν αὑτῶν θεραπεύοντες θεόν. ἢν δ’ οἱ πεπορθημένοι παρὰ τὸν ἐν ἄστει ποιμένα, καλοῦσι γὰρ οὕτως ἄνδρα οὐ πάνυ χρηστόν, ἢν οὖν ἐλθόντες ὀδύρωνται λέγοντες ἃ ἠδίκηνται, ὁ ποιμὴν οὗτος τοὺς μὲν ἐπῄνεσε, τοὺς δὲ ἀπήλασεν ὡς ἐν τῷ μὴ μείζω πεπονθέναι κεκερδακότας.