Oratio 30

Libanius

Libanius, Oratio 30, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

87

Ἐπὶ πολλῶν πρότερον συμβουλῶν, ὦ βα- [*](R II 156) σιλεῦ, δόξας σοι τοῦ προσήκοντος τετυχηκέναι καὶ τῶν τἀναντία καὶ βουλομένων καὶ λεγόντων τῷ βελτίω παραινεῖν κεκρατηκὼς | ἥκω ταὐτὸ καὶ νῦν ποιή- [*](R II 156) σῶν ἀπὸ τῆς αὐτῆς ἐλπίδος. σὺ δὲ μάλιστα μὲν καὶ νῦν πεισθείης· εἰ δὲ μή, μήτοι νομίσῃς τοῖς σοῖς ἐχ- θρὸν εἶναι πράγμασι τὸν εἰρηκότα λογιζόμενος μὲν ἄνευ τῶν ἄλλων τὸ μέγεθος τῆς τιμῆς ἦς με τετίμη- [*](C = codex Chisianus) [*](A = Monacensis (olim Augustanus) 483) [*](Ρ = Palatinus gr. 282) [*](U = Urbinas gr. 126) [*](V = Vindobonensis phil. gr. XCIII) [*](I = Marcianus append. XCI 2) [*](Β = Barberinus II 41) [*](M = Marcianus gr. 437) [*](8 cf. t. II 237, 5 sq. R 10 cf. t. II 439, 9. 511, 14 R. t. Ι 241, 13. Eunap. vit. t. I 7, 23 sq.) [*](1 Πρὸς — βασιλέα scripsi om CA edd πρὸς βασιλέα Ρ Macar fol. 89v (vide ad p. 88, 11 sq.) πρὸς τὸν βασιλέα Β πρὸς τὸν βασιλέα θεοδόσιον Μ πρὸς αὐτὸν U εἰς τὸν βασιλέα θεο- δόσιον Ι post ἱερῶν ἱερῶν τοῦ αὐτοῦ λόγος V λ ante ὑπὲρ Α λβ in marg Β rubr εἰκοστὸς πρῶτος post ἱερῶν V rubr, μια- ρῶν ἱερῶν αὐτοῦ Macar 5 καὶ (1) om Ι 6 ταὐτὸ καὶ νῦν] καὶ νῦν ταὐτὸ Ι ταὐτὸν Β 7 μὲν] νῦν τοί 9 πράγμασιν Got 10 τὸ μέγεθος Ρ sed ο μ in ras m2)

88
κἀς, ἐνθυμούμενος δέ, ὡς οὐκ εἰκὸς μὴ σφόδρα τὸν εὖ παθόντα φιλεῖν τὸν εὖ πεποιηκότα. τοῦτ’ αὐτὸ γάρ ἐστι καὶ δι’ ὃ συμβουλεύειν οἶμαι δεῖν περὶ ὧν ἂν ἡγῶμαι χρηστόν τι λέξειν. ἄλλως μὲν γὰρ οὐκ ἂν τῷ βασιλεῖ δυναίμην ἀποδοῦναι χάριτας, λόγοις δ’ ἂν ἴσως μόνοις καὶ τοῖς ἀπὸ τῶν λόγων.

2. Δόξω μὲν οὖν οὐκ ὀλίγοις κίνδυνον πολὺν ἔχου- σιν ἐπιχειρεῖν ὑπὲρ ἱερῶν σοὶ καὶ τοῦ μὴ δεῖν κακῶς αὐτὰ πάσχειν ᾗπερ νῦν, μέλλων διαλέγεσθαι, δοκοῦσι δέ [*](R II 157) μοι πλεῖστον ἁμαρτάνειν τῆς σῆς φύσεως | οἱ τοῦτο τὸ δέος ἔχοντες. ὀργίλου μὲν γὰρ οἶμαι καὶ χαλεποῦ τὸ εἰ τι λέγοιτο τῶν οὐκ ἀρεσκόντων αὐτῷ, χωρεῖν εὐθέως ἐπὶ τὴν τῶν εἰρημένων δίκην, ἠπίου δὲ καὶ φιλανθρώπου καὶ πρᾴου, ταῦτα δὴ τὰ σά, τὸ μὴ δέχεσθαι μόνον τὴν οὐκ ἐπαινουμένην ὑφ’ ἑαυτοῦ συμβουλήν. οὗ γὰρ τοῦ πεισθῆναί τε καὶ μὴ κύριος ὁ τῶν λόγων ἀκροώμενος, οὔτε φεύγειν τὴν ἀκρό- ασιν ἄξιον οὐκ οὔσης βλάβης ἐντεῦθεν οὐδεμιᾶς οὔτ’ εἰ μὴ κατὰ νοῦν εἴη τὰ λεγόμενα, χαλεπαίνειν τε καὶ τιμωρίαν ζητεῖν, εἴ τις ἃ βέλτιστα ἔχειν ὑπελάμβανε, ταῦτα ἐθάρρησεν εἰπεῖν.

δέομαι οὖν εἰς ἐμέ τε τείνειν τὸν λέγοντα τὴν ὄψιν, ὦ βασιλεῦ, [*](14 cf. t. II 393, 2. 428, 9 sq.) [*](3 διὸ Ι sed in δι’ ὃ corr m2, ΒΜ 4 λέίειν Got 5 δὲ Got 8 δεῖν Β sed εῖν in ras m2 9 ἤπερ Got 11 τὸ om PU 11 ὀργίλου — 16 συμβουλήν citat praemissis verbis τοῦ πρὸς βασιλέα ὑπὲρ τῶν μιαρῶν ἱερῶν αὐτοῦ Macar fol. 89 v 11 γὰρ om Macar 12 τὸ τὸ Ι om I ἠπίου AP 14 πράου PIBM Got | ταῦτα — σά om Macar | τὸ om Got 16 ὑφ’ Re ἐφ’ libri excepto U qui om, Macar Got 6 τοῦ 1 sed ῦ in ras m3 et supra o eras 18 οὐδὲ μιᾶς Α 19 οὐδ’ Got 20 τὰ Got 21 ὑπελάμβανεν ΑΡ | ταῦτ’ V 22 σε Sintenis | τεῖναι V | τὴν ὄψιν ὦ βασιλεῦ τὸν λέγοντα V)

89
καὶ μὴ τοῖς διὰ πολλῶν ἐκκρούειν καὶ σὲ κἀμὲ βου- λησομένοις διδόναι τοὺς ὀφθαλμούς. ὡς πολλάκις γε νευμάτων δύναμις πλέον τῆς ἀπὸ τῶν ἀληθῶν ἰσχύος ἠνέγκατο. φημὶ δὲ δεῖν κἀκείνους ἐάσαντάς με καθ’ ἡσυχίαν τε καὶ χωρὶς ἐπηρείας διεξελθεῖν τὸν λόγον ὕστερον αὖ πειρᾶσθαι καὶ αὐτοὺς λόγῳ κρατῆσαι τῶν ἡμῖν εἰρημένων.

4. Οἱ πρῶτοι φανέντες ἐπὶ γῆς, ὦ βασιλεῦ, τὰ μετέωρα καταλαβόντες | σπηλαίοις τε καὶ καλύβαις [*](R II 158) αὑτοὺς διασώζοντες θεῶν εὐθὺς ἔννοιαν λαβόντες καὶ γνόντες ὁπόσον ἡ ’κείνων εὔνοια τοῖς ἀνθρώποις, ἱερά τε οἷα εἰκὸς τοὺς πρώτους φύντας, καὶ ἀγάλματα σφίσιν αὐτοῖς ἐποίησαν. τῶν πραγμάτων δὲ εἰς πόλεις προελθόντων ἤδη τῆς περὶ ταῦτα τέχνης εἰς τοῦτο ἀποχρώσης πολλαὶ μὲν ἐν ὑπωρείαις, πολλαὶ δὲ ἐν πεδίοις ἐφάνησαν, ἐν ἑκάστῃ δὲ μετὰ τὸ τεῖχος ἀρχὴ τοῦ λοιποῦ σώματος | ἱερὰ καὶ νεῴ. παρὰ γὰρ [*](R II 159) δὴ τῶν τοιούτων κυβερνητῶν ἡγοῦντο μεγίστην αὑτοῖς καὶ τὴν ἀσφάλειαν ἔσεσθαι.

κἂν ἐπέλθῃς τὴν γῆν ἅπασαν ἣν οἱ Ῥωμαῖοι νέμονται, πανταχοῦ τοῦτο εὑ- ῥήσεις, ἐπεὶ κἀν τῇ μετὰ τὴν μεγίστην πρώτῃ νεῴ τινες ἔτ’ εἰσιν, εἰ καὶ τῶν τιμῶν ἐστέρηνται, ὀλίγοι μὲν ἐκ πάνυ πολλῶν, οὐ μὴν ἐξῆλθέ γε ἅπαν ἐξ αὐ- [*](1 Dem. de fals. leg. p. 348, 14 10 Dem. ep. ad Phil. p. 157, 17 21 Constantinopoli cf. t. II 240, 15) [*](1 καί σε Re | βουλομένοις Re 6 λόγων Μ 8 Οἱ — 9 μετέωρα om Got post εἰρημένων καταλαβόντες, lacuna indi- cata 10 αὐτοὺς Got | ἔννοιαν Ι sed ἔν in ras m3 εὔνοιαν Got 11 ἡ ἐκείνων I sed ἡ ’ ex ἑ corr m3 ἡ κείνων Got ἡ ἐκείνων Re 13 <παρὰ> σφίσιν? 14 προσελθόντων 17 νεώ IBMV Got 18 αὑτοῖς Re αὐτοῖς U αὐτοῖς reliqui libri Got 21 νεώι CA νεώ UIBMV)

90
τῆς τοῦτο. καὶ μετὰ τῆς τῶν θεῶν τουτωνὶ συμμαχίας ἐπιόντες Ῥωμαῖοι τοῖς ἐναντίοις μαχόμενοί τε ἐνίκων καὶ νενικηκότες βελτίω τοῖς ἡττημένοις τοῦ πρὸ τῆς [*](R II 160) ἥττης | τὸν ἐπ’ αὐτὴ χρόνον ἐποίουν φόβους τε ἀφελόντες καὶ πολιτείας τῆς αὑτῶν μεταδόντες.

6. Παίδων τοίνυν ἡμῶν ὄντων καθαιρεῖ μὲν τὸν περιυβρίσαντα τὴν Ῥώμην ὁ Γαλατῶν ἐπ’ αὐτὸν ἀγα- γὼν στρατόπεδον, οἳ θεοῖς ἐπῆλθον πρότερον εὐξά- [*](R II 161) μένοι, κρατήσας δὲ καὶ ἀνδρὸς | ἐπ’ ἐκείνῳ ταῖς πόλεσιν ἀνθεῖν παρεσχηκότος ἡγησάμενος αὑτῷ λυσι- τελεῖν ἕτερόν τινα νομίζειν θεὸν εἰς μὲν τὴν τῆς πό- [*](R II 162) λέως περὶ ἣν ἐσπούδασε ποίησιν | τοῖς ἱεροῖς ἐχρήσατο χρήμασι, τῆς κατὰ νόμους δὲ θεραπείας ἐκί- νησεν οὐδὲ ἕν, ἀλλ’ ἦν μὲν ἐν τοῖς ἱεροῖς πενία, παρῆν δὲ ὁρᾶν ἅπαντα τἄλλα πληρούμενα.