Oratio 30

Libanius

Libanius, Oratio 30, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

| οὐκοῦν τῶν μὲν βασιλέων οἱ νεῴ κτήματα, [*](R II 191) καθάπερ καὶ τὰ ἄλλα, τὸ δὲ τὰ αὑτῶν καταποντίζειν ὅρα εἰ σωφρονούντων. ἀλλ’ ὁ μὲν βαλάντιον ῥίπτων εἰς τὴν θάλατταν οὐχ ὑγιαίνει οὐδ’ εἴ τις κυβερνήτης τέμνοι κάλων οὗ δεῖ τῷ πλοίῳ, καὶ ναύτην δὲ εἰ κε- λεύσειε τῇ θαλάττῃ τὴν κώπην ἀφεῖναι, δεινὰ ἂν δοκοῖ ποιεῖν· πόλιν δὲ ἑέ· τις ἄρχων ποιοῖ μέρει τη- λικούτῳ χείρονα, τὰ μέγιστα ὤνησε; τί γὰρ δεῖ δια- φθείρειν, οὗ τὴν χρείαν ἔνι μεταποιῆσαι; πῶς δὲ οὐκ αἰσχρόν στρατόπεδον πολεμεῖν λίθοις | οἰκείοις [*](R II 192) καὶ στρατηγὸν ἐφεστηκότα παρακαλεῖν κατὰ τῶν πάλαι πολλῇ σπουδῇ πρὸς ὕψος ἀναβάντων, ὧν τὸ πέρας ἑορτὴν τοῖς τότε βασιλεῦσιν ἔθηκε;

44. Καὶ μηδεὶς οἰέσθω σὴν ταῦτ’ εἶναι κατηγορίαν, ὦ βασιλεῦ. κεῖται μὲν γὰρ πρὸς τοῖς ὁρίοις Περσῶν νεὼς ᾧ παραπλήσιον | οὐδέν, ὡς ἔστιν ἁπάντων [*](R II 193) [*](17 Edessa. cf. t. II 433, 20 sq. Cod. Theod. XVI 10, 8 cum nota Gothofredi) [*](7 κάλως τὸ σχοινίον· ὁ κάλως· τοῦ κόλον· τὸν κάλων. κά- λον δὲ τὸ ξύλον, οὐδέτερον V2 cf. t. II 474, 8 et scholl. ad t. II 423,8) [*](1 πῖπτον? cf. Et. Μ s. ν. (Drac. de metr. p. 52, 14 Herm.) | ὀδυρόμεθα 1 2 κείνων Ι edd 3 νεώι Α νεὼ reliqui libri) [*](5 ὁ — 10 ὤνησε citat Macar l. l. 5 βαλάντιον cf. t. Ι 296,3; 358,20; II 173,2 6 θάλασσαν Macar 7 τέμνει IBMV Macar | κελεύσειε Par Re κελεύεις reliqui libri sed ς eras C, Macar Got 9 δοκοῖ Ρ sed ι in ras m3 δοκεῖ U sed ῖ eras δοκῆς Got | πάλιν Macar | ποιεῖ IBMV Macar | μέρει τηλι- κούτῳ om Macar 10 τὰ μέγιστα ὤνησε] μικρὰ ἠδίκησεν Macar om Got | ταμέγιστα V 11 δ’ Re 12 πολεμεῖν λίθοις] πολεμεῖσθαι τοῖς Β 13 παραγγέλλειν?)

112
τῶν τεθεαμένων ἀκούειν. οὕτω μέγιστος μεγίστοις ἐγεγόνει τοῖς λίθοις, τοσοῦτον ἐπέχων τῆς γῆς ὁπόσον καὶ ἡ πόλις. ἤρκει γοῦν ἐν τοῖς ἐκ τῶν πολέμων φόβοις τοῖς οἰκοῦσι τὴν πόλιν μηδὲν εἶναι πλέον τοῖς ἑλοῦσι τὴν πόλιν οὐκ ἔχουσι κἀκεῖνον προσεξελεῖν τῆς ἰσχύος τοῦ περιβόλου πᾶν ἐλεγχούσης μηχάνημα. ἦν δὲ δὴ καὶ ἐπὶ τὸ τέγος ἀναβᾶσι πλεῖστον ὅσον τῆς πολεμίας ὁρᾶν, οὐ μικρὸν πολεμουμένοις πλεονέκτημα ἀνθρώποις. ἤκουσα δὲ καὶ ἐριζόντων τινῶν, ἐν ὁπο- [*](R II 194) τέρῳ τὸ θαῦμα μεῖζον | ἱερῷ, τῷ μηκέτ’ ὄντι τούτῳ ἢ ὃ μήποτε πάθοι ταὐτόν, ἐν ᾧπερ ὁ Σάραπις.

ἀλλὰ τοῦτο μὲν τὸ τοιοῦτο καὶ τοσοῦτον ἱερόν, ἵν᾿ ὑπερβῶ τὰ τῆς ὀροφῆς ἀπόρρητα καὶ ὅσα ἀγάλματα σιδήρου πεποιημένα κέκρυπτο τῷ σκότῳ διαφεύγοντα τὸν ἥλιον, οἴχεται καὶ ἀπόλωλε, θρῆνος μὲν τοῖς ἰδοῦ- σιν, ἡδονὴ δὲ τοῖς οὐχ ἑωρακόσιν, οὐ γὰρ ἴσον ἐν τοῖς τοιούτοις ὀφθαλμοί τε καὶ ὦτα, μᾶλλον δὲ τοῖς οὐκ ἰδοῦσιν ἄμφω, καὶ λύπη καὶ ἡδονή, τὸ μὲν ἐκ τοῦ πτώματος, τὸ δ’ ὅτιπερ οὐ τεθέανται.

ἀλλ’ ὅμως εἴ τις ἀκριβῶς σκοπήσειεν, οὐ σὸν τοῦτο, τοῦ δὲ ἠπα- τηκότος ἀνθρώπου μιαροῦ καὶ θεοῖς ἐχθροῦ καὶ δει- [*](R II 195) λοῦ καὶ φιλοχρημάτου | καὶ τῇ τικτόμενον αὐτὸν [*](19 Thuc. IV 14, 2 20 De Cynegio praefecto praetorio, postea etiam de Proclo comite Orientis cogitavit Gothofredus ad Cod. Theod. XVI 10, 8 t. VI p. 269. cf. p. 80 not. 3) [*](1 μεγίστοις om Got 2 ἐπέχον Got 3 γ’ οὖν A | τῶν om Ι 4 ὥστε ante μηδὲν inser coni Monnier 5 προσ ξελεῖν cum ras 1 litt ante ξ U 6 ἢν C sed ν add m2 13 ὑπερβῶ Re 14 num χρυσοῦ? Σεβήρου, χρυσοῦ coni Re Anim | κέκρυπται V 16 ἑ ρακόσιν cum ras 1 litt post ε U | ἶσον Ρ | μὲν Got 19 δὲ Re 20 „ὑπατευκότος legendum quis “ Got cf. p. 80 not. 3)

113
δεξαμένη̣ γῇ δυσμενεστάτου, ἀλογίας μὲν ἀπολελαυ- κότος τύχης, κακῶς δὲ χρωμένου τῇ τύχῃ δουλεύοντος τῇ γυναικί, πάντα ἐκείνῃ χαριζομένου, πάντα ἐκείνην ἡγουμένου. τῇ δ’ ἀνάγκη πάνθ’ ὑπηρετεῖν τοῖς ταῦτα ἐπιτάττουσιν, ὧν τῆς ἀρετῆς ἀπόδειξις τὸ ζῆν ἐν ἱμα- τίοις πενθούντων καὶ μείζων γε ταύτης τὸ ἐν ἐκείνοις ὧν οἱ καὶ τῶν σάκκων ὑφάνται.