Oratio 30
Libanius
Libanius, Oratio 30, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
τὶ οὖν; ἐπεὶ μὴ ποταμός ἐστι καθ’ ἕκα- στον ἀγρὸν τὰ τοῦ Νείλου τῇ γῇ παρέχων, οὐδ’ εἶναι τἀν τούτοις ἱερὰ δεῖ, ἀλλ’ ὅ τι δόξειε τοῖς γενναίοις τουτοισὶ πάσχειν; οὓς ἡδέως ἐκεῖνο ἂν ἐροίμην, εἰ τολμήσουσι παρελθόντες γνώμην εἰπεῖν πεπαῦσθαι | [*](R II 183) μὲν τὰ γιγνόμενα τῷ Νείλῳ, μὴ μετέχειν δὲ αὐ- τοῦ τὴν γῆν μηδὲ σπείρεσθαι μηδὲ ἀμᾶσθαι μηδὲ δι- δόναι πυροὺς μηδ’ ὅσα δίδωσι μηδ’ ἀνάγεσθαι γῆν ἐπὶ πᾶσαν ἃ νῦν. εἰ δ’ οὐκ ἂν ἐπὶ τούτοις διάραιεν τὸ στόμα, οἶς οὐ λέγουσι διελέγχουσιν ἃ λέγουσιν. οἱ γὰρ οὐκ ἂν εἰπόντες δεῖν τῶν τιμῶν ἀποστερεῖσθαι τὸν Νεῖλον ὁμολογοῦσι τοῖς ἀνθρώποις συμφέρειν τὰς τῶν ἱερῶν τιμάς.
[*](14 Dem. p. 375, 14. 405, 26; 536, 18)[*](8 τοῖς μελεινειμονοῦσι (corr μελανειμονοῦσι) V2 cf. p. 91, 12)37. Ὅταν τοίνυν καὶ τοῦ σεσυληκότος μνημονεύωσι, τὸ μὲν ὡς οὐκ ἐπὶ τὰς θυσίας προῆλθε, παρείσθω, ἀλλὰ τίς | οὕτω μεγάλην τῶν περὶ τὰ ἱερὰ χρή- [*](R II 184) μάτα δέδωκε δίκην τὰ μὲν αὐτὸς αὑτὸν μετιών, τὰ δ’ ἤδη καὶ τεθνεὼς πάσχων ἐπ’ ἀλλήλους τε ἰόντων τῶν ἐκ τοῦ γένους καὶ λελειμμένου μηδενός; καίτοι πολὺ βέλτιον ἦν αὐτῷ τῶν ἀπ’ ἐκείνου τινὰς ἄρχειν ἢ τὴν ἐπώνυμον αὐτῷ τοῖς οἰκοδομήμασιν αὔξεσθαι πόλιν, δι’ ἣν καὶ αὐτὴν πλὴν τῶν ἐκεῖ κακῶς τρυφώντων ἅπαντας ἀνθρώπους ἔχει καταρωμένους | τῇ σφῶν [*](R II 185) αὐτῶν ἀπορίᾳ τὴν εὐπορίαν ἐκείνῃ παρέχοντας.
38. Καὶ ὅταν τοίνυν μετ’ ἐκεῖνον τὸν ἐκείνου λέ- γωσι καὶ ὡς καθεῖλε νεὼς οὐκ ἐλάττω περὶ τοῦτο πονησάντων τῶν καθαιρούντων ἢ τῶν οἰκοδομησάντων, — οὕτως οὐκ ἦν ῥᾴδιον ἀλλήλων διαζεῦξαι τοὺς λί- θους δεσμοῖς ἰσχυροτάτοις εἰσενηνεγμένους, — ὅταν οὖν ταῦτα λέγωσιν, ἐγὼ μεῖζόν τι προστίθημι, ὅτι [*](4 Zos. II 29 9 cf. t. Ι 202, 12) [*](1 τοῦ σεσυληκότος] τὸν μέγαν Κωνσταντὶνον αἰνίττεται V2 1 sq. σημείωσαι ἃ φησὶ περὶ τῶν μοναχῶν Κωνσταντίνου ἄνο- μος καὶ παμβέβηλος καὶ ὄντως ἄνομος κεκεντρισμένος (?) καὶ πάσας αἰωνίους τὰς δίκας ὀφείλων ὧν περὶ τὸ ἀληθὲς σέβας ἐξύβρισε A f ὦ τλήμων Λιβάνιε, πόθεν ὁ διάβολος ἐνοίκησεν ἐπὶ σοὶ καὶ διὰ σοῦ βλασφημεῖ τὰ παράνομα; ὢ φύσις ἀθλιωτάτη, οἷα ληρεῖς κατὰ τὴν ἐλευθερίαν καὶ ἀνάπλασιν τῆς ἀνθρωπίνης φύσεως. ἐλεῶ σε, ταλαίπορε διὰ τὴν ἐλευθερίαν τῆς φιλοσοφίας A P 12 ἐκείνου] υἱὸν suprascr V2) [*](1 μνημονεύωσιν Ι 3 χρήματα om Ι „addendum videtur aut ἠσεβηκότων aut potius ἠσεβημένων“ Re 5 τ’ Re 10 καταρωμένους C sed inter α et p ras 1 litt 11 αὐτῶν om Got 12 τῶν Ι 16 εἰς ἴν συνηγμένους συνηνεγμένους Anim) coni Re εἰσεληλαμένους coni Orelli num συνεζευγμένους?) [*](17 ἐγὼ om Got | μεῖζον τί ΙΒ)