Oratio 29

Libanius

Libanius, Oratio 29, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

πολλοῦ [*](R II 332) δὲ ὄντος τούτου τοῦ λόγου πέμπω τινὰ | τὸν εἰσόμενον, εἰ ταῦτά τε οὕτως ἔχοι καὶ εἰ μισθὸς τοῦ τυχεῖν τῆς κλίνης τὸν ἄνθρωπον δέδοται. ὡς δ’ ἧκεν ὁ πεμφθεὶς ἀγγέλλων ἀμφότερα, τὸ μὲν ὡς ἀηδέστατά τε ἐλουσάμην δειπνῆσαί τε οὐκ ἐδυνήθην ἔν τε ὀνεί- [*](8 cf. ad p. 16, 10 10 cf. t. Ι 183, 13) [*](2 καθημέραν VaVMo χρήσεσθαι Μο 7 ξένει ΜΜο Bong | τοιαύτην Μο 9 τοῦτο Μο Bong | φαίνεται Μο ἀνεφαίνετο Bong 13 ὃ δ’ Α ὅδ’ BMV ὁδ᾿ Re 16 γ’ οὖν Α | αὐτὸ VI 20 γε V 21 δὲ Re 22 ἀγγέλων Α sed alterum λ inser m2, Ι 23 ἠδυνήθην Μο)

69
ρασι <διετέλεσα> θεώμενος τὰς πληγάς, ταυτὶ ἐάσω· τὰ δ’ ἅμα ἡμέρᾳ δάκρυα τῆς ἐκείνου γυναικὸς τίς οὐκ ἂν ἠλέησεν ἐρριμμένης τε χαμαὶ καὶ κοπτο- μένης αἰτούσης συμμαχίαν εἰς τὸ πρὸς τὸν ἄρχοντα ταῦτα εἰπεῖν; ἐγὼ δὲ τούτου μὲν αὐτὴν ἀπῆγον ἀδι- κῶν ἴσως οὐκ ἐῶν δίκην ὅσην ἄξιον λαβεῖν, ἐπὶ δὲ τὸν σύνδικον μεθίστην τῆς πόλεως· οὐ γὰρ δὴ καὶ ταύτης αὐτὴν ἔδει τῆς παραμυθίας στερεῖσθαι. ἐν τοίνυν τῇ περὶ τούτων ἐξετάσει παρεῖναί τε ὁμολογῶ καὶ τῇ γυναικὶ οὐ πολλὰ μέν, ὅμως δὲ ῥήματά τινα συνεισενεγκεῖν.

13. Τοῖς μὲν οὖν βελτίστοις, ὅπερ ἀρχόμενος ἔφην, ἔδοξά τι πεποιηκέναι καλόν, τοῖς δ’ εἴ τις εὐδοκιμή- σειεν ἐπί τῳ ῥηγνυμένοις κακόν τε καὶ καινὸν καὶ οὐκ ἐμόν. εἰ δὲ δίκαιον μὲν τὸ πεπραγμένον, καινὸν δὲ τοῦτο καὶ οὐκ ἐμόν, οὐδὲν ἕτερον λέγουσιν ἢ ὅτι μετὰ τοῦ τῶν δικαίων ἀμελεῖν εἰς γῆρας ἥκω. καίτοι τίς οὐκ οἶδεν, ὡς ἀεὶ διὰ τῆς πόλεως ἐρχόμενος οὐδένα τῶν κλαιόντων παρέρχομαι, ἀλλ’ ἔστην, ἤλγησα, ἐζή- τησα τὸν ἠδικηκότα, ἐλῶν μὲν ἐπέθηκα δίκην, μὴ δυ- νηθεὶς δὲ ἠχθέσθην; πολλοὶ | δὲ καὶ μείζονος [*](R II 333) ἄξιοι δίκης ὑπὸ τοῖς συνδίκοις ἐμοῦ πέμψαντος ἐγέ- [*](7 Harmodium cf. p. 37,17 11 cf. p. 63, 3 sq.) [*](1 διετέλεσα inserui „aut post ὀνείρασι aut post πληγὰς deest verbum aliquod e. c. ἐθορυβήθην aut ἐταράχθην aut ἐπτοιήθην aut ἀνεπήδων vel tale quid“ Re 2 δὲ Re 3 ΒΜΜο 4 εἰ U 5 ταῦτ’ Μ edd 6 ἄξιον in marg Mo2 7 ταύτῃ Μο 8 αὐτὴν om Μο Bong 9 τοῦτον Μο 10 οὐ Ρ sed ο’ in ras m2 12 εὐδοκιμήσει | sed post ε (2) ras 1 — 2 litt 13 καινὸν scripsi κενὸν V οὐ κενὸν Μο κενὸν reli- qui libri edd 14 εἰ — 15 ἐμόν om I 14 καινὸν scripsi κενὸν V κενὸν reliqui libri edd 15 τοῦτο] „malim ἐν ταυτῷ“ Re 17 ἀρχόμενος Μο 19 ἐλῶν] „fort. καὶ praeponen- dum“ Re 20 δὲ (2) om Μο 21 πέμψοντος Mo)

70
νοντο. οὐ γὰρ ἐν τῷ κωλύειν τι παθεῖν πανταχοῦ τὸ δίκαιον, ἀλλὰ τὸ τῆς τιμωρίας ἀρκοῦν τοῖς δικαί- οις ἐστί.

τῶν μὲν οὖν εἰς ἐμὲ τετολμημένων οἶδα μὴ λαβεῖν δίκην, ἑτέρου δέ τι παθόντος οὐ φέρω. εἰ δὲ καλὸν τὸ μηδένα πώποτε διῶξαι, οὐδὲ ἐνταῦθα κατηγόρουν, ἀλλὰ τὴν τῆς γυναικὸς ἐρημίαν ἠλέουν, ἣν ἡ μὲν φιλανδρία κατήγορον ἐποίει, τὸ δ’ ἀπορεῖν συμ- μάχων ἔπειθέ με βοηθεῖν. πότε γὰρ ἂν ἐτόλμησεν ἐκείνη ῥῆξαι φωνὴν ἢ φανῆναι τὸ πρῶτον ἐν μέσῳ μὴ τοῖς παρ’ ἡμῶν ἀφαιρεθεῖσα τὸν φόβον; ὑπὸ γὰρ δὴ τῶν τῷ Κανδίδῳ συνεστηκότων οὐκ ἄν ποτε αὐ- τοὺς λαθοῦσα ῥᾳδίως ἀπώλλυτ’ ἄν, ἃ καλῶς εἰδυῖα στένουσα ἂν οἴκοι καθῆτο.