Oratio 29

Libanius

Libanius, Oratio 29, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

ἄνθρωπον οὖν συλλαβὼν ἐπιεικῆ γέροντα [*](9 cf. t. I 183, 9) [*](10 ἐπαγγεῖλαι ἤτοι ζητῆσαι, αἴτησαι V) [*](1 inter ναυαγίαν et ἐγγὺς ras 4 litt Ρ 3 τὴν αὐτὴν Μο 6 post ἐκβεβλημένων colon PBMV, comma Ι 8 ἐκείνης Ι 9 ἐφίστησι Ρ sed στησι in ras m4 10 ἐπαγγεῖλαι· CAVa η ε ἐπαγγεῖλαι, BM Bong 11 τὴν πολιν Μ τῆ πόλει Ι 12 τὰ κείνου ΑΡ sed in hoc ` in ras m3 τἀκείνου ΒΜΙ 13 λῃστῆ Re 15 ἐχθροὺς — ἀρτοποιοὺς praemisso Λιβάνιος ἐν τῷ κατὰ Ἰκαρίου citat Thom. Μ. s. ν. ἀρτοπόπος p. 4, 8 | προύπινεν Α sed γρ προύτεινεν in marg προὔτεινεν CP sed in ᾿ m3, (Patm) VaUMo, γρ V2 in marg, Thom πρου cum lacuna 4 litt Β | ἀρτοποιούς ΑΒ sed ambo γρ ἀρτοπόπους in marg, V (et Patm) ποιουσ sed γρ ἀρτοπόπους in marg m2 ἀρτοπόπουσ Ρ sed ποιούσ eras οιους et γρ ἀρτοποιούς in marg m3 ἀρτοπόπους Va ἀρτοπόπους BU Thom ἀρτοποιοῖς post ἀρτοποιοὺς inser coni Re)

68
γυναικί τε συνοικοῦντα καὶ παιδία τρέφοντα καὶ πυ- ροὺς καθ’ ἡμέραν οὐκ ὀλίγους εἰς ἄρτον ἄγοντα καὶ τῆς πανταχόθεν παρὰ τοῖς ὁμοτέχνοις αἰδοῦς ἠξιω- μένον ἐσυκοφάντει λέγων ἀδικίᾳ χρήσασθαι περὶ τὸν ἄρτον. καὶ λόγοις παροξυντικοῖς εἰς ὀργὴν τὸν ἄρ- χοντα ἐμβαλὼν γυμνώσας τὸν ἄθλιον ἐν τοῖς τῶν ἐχθρῶν ὀφθαλμοῖς ξαίνει. καὶ τὸ πρᾶγμα τοσαύτην εἶχεν ὑπερβολήν, ὥστ’ οὐδὲν ὁ Κόκκος εἶναι ἐδόκει.

Κανδίδῳ δὲ μικρὸν τοῦτ’ ἐφαίνετο καὶ προσέθηκε τὸ καὶ περιάγεσθαι τὸν ταλαίπωρον διὰ τῆς πόλεως ὅλης τό τε ἀπὸ τῶν πληγῶν ἐπιτείνων κακὸν τῇ τῶν φαρμάκων ἀναβολῇ καὶ δευτέραν ἐπάγων δίκην τὴν ἀπὸ τῆς αἰσχύνης. ὡς δ’ ἥλιος μὲν ἦν περὶ δύσιν, ὁ δ’ ὑπὸ τῶν ἀγόντων τοῖς ἑαυτοῦ γείτοσιν ἔμελλεν ὀφθή- σεσθαι, προσπεσοῦσα πρὸς τὰ γόνατα αὐτοῖς ἡ γυνὴ δεῖται τοῦτο γοῦν αὐτῷ χαρίσασθαι τὸ καλύψαι τὰ νῶτα. οἱ δὲ οὐ χαρίζονται μέν, ἀποδίδονται δέ. καὶ παρῆν ἰατρὸς καὶ φόβος περὶ τῇ ψυχῇ.