Oratio 27

Libanius

Libanius, Oratio 27, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

τοσοῦτον τοίνυν ἀγαθὸν ἀνανεούμενος τῇ πόλει ψυχρῶν ἤκουον ῥημάτων, ὅτι ἀλλ’ αἰσχρὸν κλέ- πτας ποιεῖν. ὁ δὲ τὸ μὲν ῥῆμα ἐφοβεῖτο, τὸ δος δὲ οὐκ ἐλογίζετο, ἀλλ’ ἐτήρησε | βλάβην [*](R II 113) τοσαύτην δεδιὼς συλλαβάς. καὶ πόσῳ βέλτιον ἦν ἀλ- γῆσαι μᾶλλον τοῖς θανάτοις τοῖς διὰ τὰς κλοπὰς ἢ δεῖσαι τὰς ἐγγὺς παιδιᾶς κλοπὰς ἐφ’ αἷς τις ἤδη καὶ ἐγέλασεν; εἴ σοι θεῶν τις ἔλεγε πιεζομένῳ χαλεπω- τάτῃ νόσῳ, ὅτι ταύτην ἑτέρᾳ αὐτὸς ἐκβαλεῖ κουφοτάτῃ [*](1 μὲν om I | αὑτὸν Ρ sed ‘e’ corr m2, Β Mor ἑαυτὸν Va Re αὐτὸν reliqui libri | προδεδόσθαι Re | περὶ C sed. παρὰ ἀρὰ suprascr f, περὶ Μο παρὰ I sed ambo α in ras m3, BV 2 τῶν I sed ῶν ex ὸν corr m3 | ἁμιλλητηρίους Mo 3 διει- λέχθην CMo Mor | ὡ C sed σ add s 6 ἐπεδίδοσαν V | τι, ὡς παρ’ edd (γρ τὶ παρ’ in marg Mor) ὡς delevi 10 ὅτι scripsi e V διότι reliqui libri edd | μεστὰ] τὰ Mor quod corr Re 13 τὸ δέος om Mo edd inserui e reliquis libris | τὸ δέος τὸ] ὁ μὲν κλέπτης συλήσας ἀπὸ coni Re 16 αἰσχροὶ I 22 ἔλεγεν Μο)

26
τε καὶ δεινὸν οὐδὲν ἐχούσῃ, τῶν ἀτοπωτάτων καὶ τότ ἂν ἡγοῦ δέξασθαι τὴν ἐλάττω; οὕτως ἐστὶν Ἰκάριος φρόνιμος καὶ δύναται τὰ μὲν νοῶν αὐτός, τὰ δὲ ἑτέρῳ πειθόμενος εὐδαίμονα ποιεῖν τὸν ἀρχόμενον.

6. Ἕτερον τοίνυν ἀκούσατε. τοῦ λιμοῦ τὴν πόλιν ἡμῖν πτωχῶν ἐμπεπληκότος, ὧν οἱ μὲν ἐκ τῶν ἀγρῶν ἀνέστησαν οὐκ οὔσης αὐτοῖς οὐδὲ πόας ἔν γε χειμῶνι, οἱ δὲ πόλεις τὰς αὑτῶν καταλελοίπεσαν, καὶ βοηθείας αὐτοῖς τινος ἐκ τοῦ δικαστηρίου παρὰ τῆς Εὐμολπίου φιλανθρωπίας εὑρημένης παρακαλούμενος ὑπ’ ἐμοῦ πρὸς τὰ αὐτὰ δεινὸν εἶναι λέγοντος, εἰ τῆς ἐλάττονος ἀρχῆς ἡ μείζων ἐν τοιούτῳ καιρῷ φανεῖται χείρων, τοιαῦτα ἀκούων τὴν θαυμαστὴν ἐκείνην ἀπόκρισιν ἐποιήσατο ὁ γενναῖος ποιητής· μισεῖσθαι γὰρ ὑπὸ τῶν θεῶν ἅπαντας ἔφη τοὺς τοιούτους.

οὐκοῦν φι- λεῖσθαι φήσεις ὑπὸ τῶν θεῶν τοὺς πλουτοῦντας τας; ἐν δέ γε τούτοις εἰσὶν οἳ τε καταποντισταὶ καὶ οἱ κατὰ γῆν ἐκείνοις ἐοικότες οἱ ὧν ἂν ἀποσφάξωσι τὰ χρήματα ἔχουσι. καὶ ὅλως τοὺς ἀδικωτέρους εὑρή- σομεν εὐπορωτέρους. οὐδὲν οὖν ἕτερον λέγεις ἢ ὅτι [*](R II 114) φιλοῦσι τοὺς πονηροτέρους | οἱ θεοὶ καὶ πένης ἅπας ἢ καὶ κατ’ ἄλλο τι δυστυχῶν ἐχθρὸς ἐκείνοις. [*](9 cf. p. 31, 15. or. XLI t. II 364 sq. 369, 13 R. Sievers p. 167 14 cf. t. I 182, 9 sq. et infra or. XXVIII p. 48,2) [*](1 ἐχούσης Μο sed ς eras 7 αὐτῆς Μο Mor | λειμῶνι I sed λ ras e χ corr, Mor 8 πόλεως Mor | αὐτῶν ΙΜο Mor 13 ἐκείνων Mor 14 τῶν om Va Re 15 ἁπάντων VaMo edd 18 ὃν V sed ω supra o scr m2 | ἂν inserui e libris om edd 19 τοὺς — 20 εὐπορωτέρους citat Macar fol. 89 | εὑρή- σωμεν Β εὑρήσεις post εὐπορωτέρους Macar 20 οὐδὲν — 21 πονηροτέρους om Mor 21 ὢ Mor sed γρ οἱ in marg)

27
σκόπει τοίνυν, ποῦ τὸν πατέρα τίθης, ὅταν τοιαῦτα φιλοσοφῇς, καὶ πρὸ τοῦ πατρὸς πολλοὺς ὀνομαστοὺς ἀπ’ ἄλλων τε ἀρετῶν καὶ φιλοσοφίας, εἰ μὴ καὶ κράτη τὸν ἀποθανόντα κωνείῳ μεμισῆσθαι παρὰ τῶν θεῶν λέγοις.

καὶ μὴν ὅτι μὲν αἱ πόλεις εἰς τὸν ἀριθμὸν ἐζημίωνται τῶν σωμάτων διὰ τὸν λιμόν τε καὶ λοιμόν, παντί που δῆλον, εἰ δ’ ἀπόλλυνται μίσει θεῶν, ἐπιχαίροις ἂν αὐτοῖς εἰκότως. χαίρειν οὖν λογεῖς ἐν τῇ ζημίᾳ τῶν πόλεων;

9. Οὐκ οἶδα δέ, ὅ τι ποιῶν ἄνθρωπος χρηστὸς ἂν παρὰ σοὶ νομισθείη, εἰ τὰς μὲν διαβολὰς ἡγήσῃ πι- στάς, τοὺς δὲ ἐπαίνους ὑποπτεύσεις. πρὸς τί δὴ βλέ- πων τοῦτο λέγω; παῖδα τοῦτον Εὐπλόϊος καλεῖ καὶ πατέρα οὗτος ἐκεῖνον. ἧκεν Εὐπλοΐου ποτὲ βουλόμενα τιμῶν Χαρίδημον πάνυ τυγχάνειν καὶ ἐν οἷς ἔξεστιν, εἶναί τι πλέον αὐτῷ. ταῦτα οὗτος λαβὼν τὰ γράμματα καὶ τῶν πρότερον γενομένων ἀφεῖλεν, ὥστε μᾶλλον ἢ πρόσθεν αὐτὸν ἠγνόει νομίζων ἠδικῆ- σθαι τοῖς γράμμασιν. ᾤετο γὰρ παρὰ τοῦδε ἥκειν ἐκεῖνα καὶ οὐ τοῦ πέμψαντος εἶναι μᾶλλον ἢ | τοῦ [*](R II 115) πέμψαι πείσαντος.