Oratio 27
Libanius
Libanius, Oratio 27, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ἐπαινῶν ἠξιωκὼς ἃ τῆς βελτίονος ἦν μοί- [*](R II 110) ῥᾶς τῶν Ἰκαρίῳ πεπραγμένων, οἶμαι προσήκειν μηδὲ τὰ χείρω σιγῆσαι. τὸ γὰρ δίκαιον οὕτως ἂν κὰτ ἄμφω σώζοιτο τῶν μὲν εὐλογίας, τῶν δὲ κατηγορίας τετυχηκότων, καὶ ἅμα δειχθείην ἂν ἐκ τούτων ἥκιστα κολακεύων, εἴπερ καὶ ἐν οἷς ἡμάρτηκεν εἰρήσεται. ὃ τῶν ἄλλων ὅσοι συγγεγράφασιν οὐκ οἶδα ἔγωγέ τινα πεποιηκότα, ἀλλ’ ὃν ὡς χρηστὸν ἐπῄνεσαν, μένουσιν ἐπαινοῦντες, κἂν τοὐναντίον ποιεῖν παραινῇ τὰ πράγ- μάτα, καθάπερ τῶν ἐκείνοις ἔξω τοῦ προσήκοντος γεγενημένων αὐτοὶ δώσοντες λόγον.
[*](C = codex Chisianus)[*](A = Monacensis gr. 483 (Augustanus))[*](Ρ = Palatinus gr. 282)[*](I = Marcianus append. XCI 2)[*](Μο = Monacensis gr. 101)[*](Β = Barberinus II 41)[*](Va = Vaticanus gr. 81)[*](V = Vindobonensis phil. gr. XCIII)[*](1 τοῦ αὐτοῦ ante κατὰ V | ᾱ ος add Ρ2 πρῶτος BVa om CAMo V | λόγος ἐννακαιδέκατος post ἰκαρίου V rubr, in marg κθ΄ C, λόγος κζ΄ Ι3, μγ Β rubr 3 μὴ δὲ 6 φαίνοιτο Patm sed γρ σώζοιτο in marg m2 6 δειχθείη Μο Mor sed in hoc in marg γρ δειχθείην 8 ἄλλων ex ὅλων corr Mo2 10 κἀν I sed in κἂν corr m3, Β | τοὐναντίον Μο του ναντίον Ι cum ras 2 litt post u, supra quod pos m3 | παρ- αινεῖ I sed ει in η corr m3, Μο)2. Ὡς μὲν οὖν ἢ ἔλαβεν ἢ ἐμέλλησε κατὰ τῶν μων Ἰκάριος, οὐδ’ οἱ πάνυ μισοῦντες αὐτὸν εἴποιεν ἄν, οὐδ’ ὡς κάλλει γυναικῶν ἐδούλευσεν οὐδ’ ὡς εἰς ὕπνον μακρὸν τὰς νύκτας ἀνάλωσε, νόσημα δὲ ἕτερον [*](R II 111) αὐτοῦ κατειλήφει τὴν ψυχήν, | ὑποψία πρὸς τὰ πολλὰ τῶν καλῶς λεγομένων καὶ τὸ μήτ’ αὐτὸν εὑρί- σκειν τὸ δέον τῶν τε συμβουλῶν ἀποκρούεσθαι τὰς ἀρίστας διὰ τὸ νομίζειν τὸν σύμβουλον τῶν αὑτῷ τι συμφερόντων διοικούμενον ἃ λέγοι λέγειν.
καὶ ταῦτα αὐτὸς πρὸς αὐτὸν ἔφην πολλάκις ἐπιτιμῶν, ὁ δ’ ἐμειδίασέ τε καὶ οὐκ ἠρνήσατο ὡς ἄν τι χρηστὸν ποιῶν. διὰ τοῦτο ὕδατι πολλῷ γεφύρας τινὸς πλεῖστα ἀγούσης εἰς τὴν πόλιν διακοπείσης καὶ τῶν περὶ τὴν τροφὴν ἡμῶν χεῖρον ἐχόντων ἔφασκον μὲν ἐγὼ τῆς Λητοΐου ψυχῆς δεῖσθαι τοῦτο τὸ πάθος πολλὰ αῦτα κατὰ τάχος ἐπηνωρθωκότος, ὁ δ’ ὕβρισέ μοι σιωπῇ τὴν συμβουλὴν οἰηθεὶς εἶναί μοι τὴν σπουδὴν οὐ τὴν πόλιν εὖ παθεῖν, ἀλλὰ τὸν ἄνθρωπον. εἰσῄει Θαλλὸς ὁ ἰατρὸς ὡς αὐτὸν τοῖς ἀπὸ τῆς τέχνης τὰ ἀπὸ τῆς γνώμης προστιθείς. ἔκλεισεν αὐτῷ τὰς θύρας ἐλέγξας [*](4 cf. p. 18, 6 18 ep. 191) [*](1 τὸν νόμον V sed τῶν νόμων suprascr m2, Μο Mor qui τοῦ νόμου coni 3 ἐδούλευεν ΡΜο edd | εἰς inser Ρ2 ἐς Β om I 4 άνήλωσεν Μο sed η in α corr et ν del 5 κατει- ληφὸς V 7 „malim συμβούλων et τοὺς ἀρίστους propter se- quentia“ Re 8 σύμβολον Μο | αὐτῶ IVa 10 voce des fol. 131 A quae sequuntur usque πε]ποίηκας p. 28, 6 uno folio amisso perierunt | ὅ IBV ὃ Μο 11 δὲ Re | ὡσάν Β) [*](12 διατοῦτο BV 14 τρυφὴν Mor | „malim ἡμῖν“ Re 15 δεῖσθαι ψυχῆς Μο edd | τοῦτο om I 16 κατατάχος ΒV | ὅ ΙΒV ὃ Μο Mor | μου post ἐπηνωρθωκότος excidisse coni Mor | δὲ Re | μοι Ρ sed οι in ras m2 18 θάλλης V 19 εἰς Β | αὐτῷ Mor, γρ αὐτὸς in marg)
περὶ τῶν ἱπποκόμων οἷς περὶ τοὺς ἁμιλλητηρίους ἵππους ὁ πόνος, διελέχθην ἀληθῆ λέγων, ὡς ὠμὰς κλοπὰς τὰς παρ’ ἑτέρων τὰς | νῦν κωλύοιεν πρότερον ταῖς [*](R II 112) φιλανθρώποις ταῖς ἑαυτῶν. ὧν γὰρ ὑφέλοιντο, τού- τοῖς ἀπεδίδοσαν μικρόν τι παρ’ ἑκόντων λαβόντες ὅσον αὐτοῖς εἰς ἄριστον ἀρκέσαι, κλέπτης δὲ ἕτερος οὐκ ἦν φόβῳ τῷ παρὰ τούτων. ἀλλὰ νῦν, ἔφην, οἱ μὲν πέπαυνται, καὶ τὸν πεπαυκότα εἶπον καὶ ὅπως καὶ διότι, μεστὰ δὲ πάντα κακούργων οὐδὲν ἐπι- σταμένων μέτριον ἐπιτιθεμένων ἡλικίᾳ τῇ μάλιστα παρακρουσθῆναι ῥᾴστῃ. τὰ δὲ δία τὸ δέος τὸ τῶν οἰκιῶν ἐπὶ τὸν ποταμὸν ἄγει, ὁ δὲ ἀποπνίξας ἐπὶ τὴν θάλασσαν.