Oratio 27

Libanius

Libanius, Oratio 27, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

τίνι οὖν οἴει καταρᾶσθαι τοὺς ἀδικουμένους; ἐγὼ μὲν οὐκ ἆν εἴποιμι, δῆλον δέ ἐστιν ἅπασι. καὶ γὰρ οὐδὲ εἷς ἐστιν ὁ Κάλλιππος οὗτος, ἀλλὰ καὶ τῶν οἰ- κετῶν ἕκαστος, πολλοὶ δὲ οὗτοι. καὶ οὗτοι τοίνυν Κάλλιπποι οἱ τοὺς παριόντας καλοῦντές τε ἐπὶ τὰ πωλούμενα καὶ κελεύοντες ἁρπάζειν, ἐξεῖναι γάρ, ὁ δὲ πωλῶν ἔστηκεν ἐκπεπληγμένος τὼ χεῖρε συμπλέξας σιγῇ θρηνῶν, ὡς μὴ πάθοι τι δεινότερον.

καὶ τὰ πλείω τῆς τραγῳδίας ταύτης, τοῦ τήν τε θυγατέρα ἔχοντος αὐτοῦ καὶ συνόντος καὶ συνημμένου πάντα ἐστὶ κακουργήματα ἐνδεικνυμένου τοῖς ἀδικουμένοις, [*](R II 124) ὅτι καὶ αὐτῷ | τι δοτέον. οἱ δὲ διδόασιν ἀμφο- τέροις. ἢ πόθεν οἴει τὸν ἄπορον Κάλλιππον ἑστιάτορα εἶναι λαμπρὸν πειρώμενον οὐδὲν ὄντα ἀποφῆναι τὸν Ῥωμαῖον ἐκεῖνον ἀπ’ αὐτῶν τῶν φασιανῶν ἀρξάμενον;

30. Πάντα ταῦτα, Ἰκάριε, κλοπαὶ ἢ εἰ βούλει γε, μισθὸς παρὰ μὲν οὔπω πληγέντων τούτου, παρὰ δὲ τῶν τοῦτο παθόντων τοῦ μὴ χαλεπώτερα. σὲ δὲ των οὐδὲν εἰς ὀργὴν ἄγει διὰ τοὺς ἐπᾴδοντας, οἳ με- γάλοι μὲν ἦσαν ἐπὶ τῆς ἀρχῆς Κόκκου, μεγάλοι δὲ νῦν οὐ ταῦτα ἡμῶν ἐλπισάντων, ἀλλὰ μικροὺς μὲν [*](7 Thuc. IV 4, 2 15 Festum cf. t. I 157, 4 sq. Io. Chrys. hom. in Matth. LXX (al. LXXI) 4) [*](17 τούτου] τουτέστι τοῦ μὴ πληγῆναι C f P2 Mo) [*](1 τίνας Mor sed γρ τίνι in marg 3 κάλλιπος ΙΒ | τῶν οἰκετῶν] „videtur σῶν interponendum“ Re 4 καὶ οὗτοι in Μο2 5 κάλλιποι I | οἳ Re | περιόντας Μο Mor περιιόντας coni Re Anim 8 πάθη V | τί IV 9 πλοῖα Va | τε om V delendum videtur 12 τί I 13 κάλιππον I 14 τὸ Re 17 τουτέστι τοῦ μὴ πληγῆναι· post μισθὸς Mor del Re | ὑπὸ τούτου Mor 21 μὲν om V)

37
τοὺς τότε μεγάλους, ἐν τιμαῖς δὲ ἔσεσθαι τοὺς τότε ὑβριζομένους. σὺ δὲ ἑκατέροις τὰ πρόσθεν ἐφύλαξας, τοῖς μὲν τὸ δύνασθαι, τοῖς δὲ ἃ τότε εἶχον, καὶ τοὺς μὲν λογισμοῖς ἐφίστης λημμάτων παρέχων ἀφορμάς, οἱ δὲ οὐ δυνηθέντες ἐπαινέσαι Κόκκον, κἂν τὰ ἄριστα λέγωσιν, ἐκβαλλόμενον αὑτοῖς ὁρῶσιν ὑπὸ τοῦ σοῦ προσώπου τὸν λόγον.

καὶ ταῦτα ἆθλον | Εὐ- [*](R II 125) ρυβάτῳ τῷ πολιτευομένῳ τῶν πόνων οὓς περὶ τὰ γράμματα τἀν τοῖς τοίχοις ἤνεγκε τὰ μὲν ἀναιρῶν, τὰ δὲ ἀντεγγράφων οὐ πάνυ βουλομένων τῶν ταῦτα κε- λευομένων οὐδ’ οὐκ ὄντων ἐν τούτοις τινῶν φόβων τῷ καταναγκάζοντι. τὸ δὲ ἔτι μεῖζον, οὓς ὀφείλειν ᾤου σοι δίκην ὧν ἑτέρῳ χαριζόμενοι τοῖς σοῖς ἐπε- βούλευον, τούτους ἐποίησας κυρίους εὐθυνῶν πλου- τίσαι δυναμένων. πῶς ταῦτα οὐκ ἀποπληξίας, ὅταν ὁ μὲν κολασθῆναι δίκαιος εὖ πάσχῃ, κακῶς δὲ ᾧ χάρις ὠφείλετο;