Oratio 10

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ὅμως δ’ ἦν τις αὐτῷ καὶ ἐκ τούτων ἡδονὴ πρὸς τὸ πλέον βλέποντι καὶ τῶν ὑμνησόντων τὸ προσγενησόμενον οὐκ ἠπόρει, οἳ τὸ μὲν ἀπολωλὸς ἰσεῖν οὐκ ἐδύναντο, <δι᾿> ὃ δὲ ἀπωλώλει, μέγα ἦγον καὶ χρήστην αὐτῷ τῆς χάριτος ἔφασκον εἶναι τὸν Δία.

ἠξίουν μὲν οὖν ἔγωγε Φασγάνιον, τῶν θείων μοι τὸν νεώτερον, μηδὲν πρὸς ταῦτα παθεῖν καὶ ταῦτα φρονήσει δοκοῦντα διαφέρειν, ἀλλὰ τὸν μὲν ἀντ᾿ ἀγαθοῦ κακόν τι πεποιηκέναι νομίζειν, τῶν δὲ καταγελᾶν, ὡς ἀπολελειμμένων τῆς ὀρθῆς περὶ τοῦ πράγματος κρίσεως.

νῦν δ’ ὁ συνετὸς ἐκεῖνος ἐδήχθη τὴν ψυχήν, ἐζηλοτύπησεν, ἐμιμήσατο , τὴν οὐ [*](2 δὴ om I Bong 3 δὴ ΑΡ 5 περιιόντες e περιόντες corr C p παριόντες Re perperam παριιόντες in A legi asserens, cf. p. 407, 18 6 ᾖ in ἐπῄνουν in ras P3 7 κινῆσαι I Bong 8 συνεισῄει scripsi auctore Re συνῄει libri Bong γὰρ συνεισῄει Gasda 13 τõ ras corr e τώ C 14 προσγεγενημένον sed in hoc γένη et acutus supra ultimum ἑ in ras m3 15 <δι᾿> ὃ scripsi ὃ libri Bong aut ὑφ’ οὗ ἀπολώλει ὃ προσεγεγόνει coni Re ᾧ Sintenis | prius ω in ἀπωλώλει ex ὁ corr P3 ἀπολώλει Bong | τοῦτον μέγαν Sintenis 18 θεῖον I Bong | πρὸς om Ρ)

405
καλὴν ἤρισεν ἔριν, καὶ προσθήκη πάλιν ἑτέρα, μένη τοσοῦτον, ὅσον ἀμφότερα, τό τε ἀρχαῖον καὶ τὸ δεύτερον, καὶ πλείων μὲν ὁ ὄχλος, πλείων δὲ ὁ βος. τὸ πρόσωπον δὲ ἐκεῖνο τὸ καταπλῆξαι | δεινὸν [*](R 266) ὠφελεῖ μέν, μικρὰ δὲ ταῦτα, καὶ καθ’ ἑκάστην Ὀλυμ- πιάδα τὴν ἀκοσμίαν ἦν Ἰδεῖν αὐξανομένην.

τελευ- τώντων μὲν τῶν παρὰ τῶν ἀθλητῶν εἰς ἡλίου δύσιν διὰ τὸ καὶ τὸν τῆς ἀρχῆς τουτωνὶ τῶν ἔργων κεκι- νῆσθαι χρόνον, ἀνάγκη γὰρ ἦν βραδύτερον ἀρχομένους βραδύτερον πεπαῦσθαι, τολμώντων φανερῶς ὁμολογεῖν τῶν πολλῶν μὴ ἂν δύνασθαι τὸ καῦμα ἀνέχεσθαι τῶν προτέρων ἐπὶ τῷ πάνυ δύνασθαι φιλοτιμουμένων, φωναὶ δὲ αἱ τῶν ἄλλων θεατῶν εἰσῆλθον ἐκεῖσε πᾶσαι μεμιγ- μέναι ταῖς τῶν Ἑλλήνων αἱ Ῥωμαίων τῶν μὲν φασκόν- των ἐκτετάσθαι τὸν παλαιστὴν, τῶν δὲ οὔ. ὥστε τοῖς τὰ πρότερα εἰδόσι ταῦτ’ ἐλεεῖν ἐπῄει ὄνομά τε αὐτοῖς ἐτίθεντο τὸ τῆς ἑορτῆς ἐκείνης, ἐν ᾗ τὸ μηδὲν ὀκνεῖν πολύ.

ὑβρισμένων δὴ καὶ καταπεφρονημένων τῶν ἐν τῷ Πλέθρῳ, τῶν ἐντιμοτάτων τε καὶ σεμνοτάτων, ῥᾷον ἤδη τὰ ἄλλα μεθίστατο κελευόντων μέν τινων τὰ] ἄριστα ποιεῖν τὰ δεῖπνα τόν τε ἀγωνοθέτην τούς τε ἑλλανοδίκας καὶ πειθόντων, ἀνισταμένων δὲ νων καὶ διασπειρομένων οἴκαδε ἑκάστου, δεικνύντων [*](17 Μαϊουμᾶ. cf. O ϋller, Ant. Antioch. 33.) [*](5 num ὠφέλει? 9 τὸν χρόνον Bong | ἀρχομένους scripsi e CA ἀρχομένοις ΡΙ edd 16 αὐτῶν Bong 18 καταπε- φρονημένων scripsi e CA et γρ in marg Ρ καταπεπατημένων ΡΙ edd cf. p. 397, 3 19 τῶν cancellavit Re Anim, at cf. p. 408, 15 sq. 21 τὰ cancellavi auctore Re 22 ἑλανοδίκας Α ἑλλανοδίκας CP sed in hoc ἑλληνο in ras m3)

406
ἐν τοῖς προσώποις ὑπὸ τῇ δάφνῃ τὸν οἶνον.

καὶ | [*](R 267) ταῦτα δή φημι τὴν γένεσιν ἐκεῖθεν λαβεῖν, ἀπὸ τῆς ἐν τῷ Πλέθρῳ παροινίας. ἐλογίζοντο γὰρ οἱ ταῦτα ἀξιοῦντες, ὅτι οὐδὲν δεῖνον ἐπὶ τοῖς τηλικούτοις ταῦτα ἁμαρτάνεσθαι. τῆς δὲ ἐν ἐκείνοις πλημμελείας αἴτιον τὸ πλῆθος, τούτου δὲ αὐτὸ τὸ ἔχειν, οὗ τοσοῦτοι καθ- εδοῦνται.

οὕτως ἡμῖν ὁ καλὸς Πρόκλος τερα τὰ ἐκεῖ ποιεῖ, καὶ ὁ χαίρων, εἰ τοῦτο μεῖζον ἕξο- μεν τὸ θέατρον, ἐπὶ τῷ μείζω τὴν ἀσέλγειαν ἔσεσθαι χαίρει. χαίρων δὲ τοῦτο πολεμεῖ τοῖς Ὀλυμπίοις καὶ δείκνυσιν, ὡς οὐκ ἂν τελεῖσθαι βούλοιτο τά γε ὡς ἀληθῶς Ὀλύμπια.

ἐγὼ δὲ ἠξίουν Πρόκλον μαθεῖν τε ἅπαντα τὸν περὶ τὸν τόπον λόγον βοηθῆσαί τε τοῖς πάλαι νενομισμένοις. τοῦτο δὲ ἦν ἀφελεῖν τὸ νεώτερον καὶ καθίσαι τοὺς ἀνθρώπους ἐπὶ τοῦ πρεσβυτέρου μόνου καὶ μὴ φροντίσαι τῶν διαβαλούντων τὸ ἔργον, ὡς συκοφαντούντων. τὸν γὰρ τῷ νόμῳ συνηγωνισμένον οὐκ ἠδικηκέναι, οὐδέ γε πανταχοῦ τὸν μὲν ἀφαιροῦντά τινος ἀδικεῖν, τὰς προσθήκας δὲ εὐδοκιμεῖν, ἀλλ᾿ εἶναι καὶ προσθέντα βλάψαι καὶ ἀφελόντα ὀνῆσαι.

τοῦτο δὲ ἴδοι τις ἂν μάλιστα ἐν τοῖς σώμασιν, ἐν οἷς αἰ προσθῆκαι τῶν ἀποκοψόντων δέονται, κἂν ὁ ἰατρὸς τοῦτο φαρμάκοις ἢ καὶ τῷ σιδήρῳ δυνηθῇ, τὸν μισθὸν ὧν ἀφεῖλεν ἔχει. μάλιστα μὲν οὖν ἐχρῆν τὸν καλὸν κἀγαθὸν Πρόκλον οὕτω τὴν περὶ τὸν Δία σπουδὴν ἅπασιν ἐπιδεῖξαι.

πάντως γὰρ εἰ καὶ μὴ πάνυ | [*](R 268) πολλούς, ἀλλὰ τούς γε σπουδαίους ἔπειθεν ἂν αὐτὸν [*](5 πλημμελείας ΡΙ 6 αὐτὸ scripsi αὐτοῦ libri edd ,,malim αὖ“ Re | ἔχον Bong 7 πρόκλος in marg C2 | πονηρότατα I Bong 8 ὁ delendum censet Re | οὕτω? | ο in ἕξομεν ἵξομεν ω corr C2 10 τούτω C et e τοῦτο corr P3 et Re 26 γὰρ inser C s 27 ἔπεισεν Bong)

407
ἐγκωμιάζειν. εἰ δ’ ὤκνει τοῦτο ποιῶν ὀφθῆναι, οὐκ εὔλογον μὲν τὸ πάθος, ἔστω δέ τις τῷ ὄκνῳ τῷ περὶ τοῦτο λόγος. ὁ δὲ τί μαθὼν λίθους ἐπὶ λίθοις κνύει καὶ πόνον ἕτερον καὶ δαπάνην ἄλλην καὶ θυμίαν πολλὴν πειρωμένην νικῆσαι τὰ τρία;

τίς γὰρ οἴσει τὰ γενησόμενα; τίς τὸν ἐσπεσούμενον ὄχλον; τίς οὐχ ἡγήσεται ληρεῖν τὸν κήρυκα μεμνημένον ἡσυ- χίας; τίς δείσει τὸ σκῆπτρον; τίς αἰσχυνεῖται τὸν στέ- φανον; τίς τὴν ἀρχὴν αὐτήν;

εἴσονται γάρ, ὡς ἢν μὴ δουλεύῃ τοσούτοις οὖσι τοῖς θεαταῖς, ἐμβρον- τηθεὶς ὑπὸ τῆς βοῆς ἄπεισιν, ἀρκεῖν ἡγούμενος σώζειν ἑαυτόν, τῇ ’κείνων ἀφεὶς βουλήσει τὸ περὶ τοὺς ἀθλη- τάς· αὐτὸ γὰρ τὸ τοῦ θεάτρου μέγεθος ἐπισπάσεται τοὺς οὐ δικαίους τῶν αὐτόθι γινομένων μετέχειν. μετ- ἐχουσι μὲν γὰρ καὶ νῦν, ἀλλ’ οὐ τοσοῦτοι, μεθέξουσι δὲ ἐκ τῶν προστιθεμένων πλείους, ἡ ζημία δὲ ἐν αὐτῷ τῶ πλείονι.

23. τιοῦν περιιόντες λέγετε; μικρὰν ὁ Πρόκλος τὴν πόλιν παραλαβὼν μεγάλην ἐποίησεν. ἐγὼ μὲν γὰρ ἐν τούτῳ τῷ μέρει, καὶ μαρτυρεῖ μοι τὰ πράγματα, μικροτέραν αὐτόν φημι ποιεῖν τὴν πόλιν. ἐν γὰρ τῷ τοιαῦτα οἰκοδομεῖν καταλύει τῇ πόλει τὸ κεφάλαιον τῆς δόξης, μᾶλλον δὲ προσδιαφθείρει μετὰ τῶν λίθων τῇ λύμῃ τῇ παρὰ τῶν ἔμπροσθεν | [*](24) προστιθείς, ὡς μηδενὶ τὸ λοιπὸν διεστάναι τό [*](R 269) τε τοῦ Διονύσου θέατρον τό τε τοῦ Δῖός τοῦ πίου.