Oratio 10

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

401

Ἐπειδὴ πολλοὺς ὁρῶ χάριν εἰδότας Πρόκλῳ R 261 τῆς προσθήκης, ἣ μεῖζον ποιεῖ τὸ θέατρον, ᾧ πλευραὶ μὲν τέτταρες, τὸ δὲ ἐν μέσῳ Πλέθρον δέχεται τὸ μετὰ μεσημβρίαν ἔργον τῶν ἡκόντων ἀθλητῶν ἐπὶ τὰ Ὀλύμ- 5 πῖα, βούλομαι δεῖξαι τὸν μὲν ἁμαρτάνοντα τῇ προσ- θήκῃ, τοὺς δ’ ὅ χρῆν αἰτιᾶσθαι, ταῦτα ἐπαινεῖν ηγμένους.

2. Ἐγκαλέσαι δ’ ἄν τις οὐ Πρόκλῳ μᾶλλον εἰκότως ἢ τοῖς πολιτευομένοις. οἶς ἐξῆν μὲν ἀντειπεῖν ἐπὶ τῷ 10 συμφέροντι καὶ βουλευόμενον ἐπισχεῖν, οἶδε γὰρ ὁ ἀνὴρ ἕπεσθαι τοῖς παρ’ ἐκείνων πολλαχοῦ, οἱ δὲ κεῦσαι τῷ θαυμάσαι τὸ γενησόμενον εἵλοντο μᾶλλον ἢ διαλεχθῆναι τὰ πρέποντα.

εἰ μὲν οὖν ἦν μοι

  • C = codex Chisianus
  • Α = Monacensis gr. 483 (Augustanus)
  • Ρ = Palatinus gr. 282
  • Ι = Marcianus append. XCI 2
  • Bong = editio Bongiovanniana
  • [*](2 cf. p. 177, 14 sq.) [*](1 τοῦ inser P3 3 ᾧ — 5 Ὀλύμπια glossema censuit Gasda 4 δέχεται δὲ τὸ CA (sed δὲ erasum) Ρ (sed δὲ inser in ras m3) 7 τούς δ’ ΡΙ et e τοὺς δ᾿ corr Α2 | χρῆν C | προηγουμένους Bong 11 βουλόμενον in βουλευόμενον corr A2 et coni Gasda et et Cobet Mnem. V 106 (Coll. crit. 102), fortasse recte | ὁ inser C s eras Ρ 12 spiritus lenis in ἀνὴρ P3 | οἱ δὲ C s | post κολακεῦσαι eras δὲ C LIBANIUS ed. Foerster. I. II. 26)
    402
    φιλία πρὸς τὸν ἄρχοντα καὶ ὁμιλία καὶ λόγοι, καθάπερ ἐπὶ τῶν πρὸ τοῦδε τὴν ἀρχὴν ταύτην ἐσχηκότων, ἐπει- [*](R 262) ῥώμην ἂν τοῦτό τε | διακωλύσαι καὶ τῶν ἄλλων ὅσα οὐκ ὀρθῶς ἐδόκει μοι πράττεσθαι. ἐπεὶ δὲ ἧκε μὲν ἐκ Φοινίκης πεπεισμένος μὴ πάνυ τοῖς παρ’ ἐμοῦ προσέχειν, ὡς ὑπερβολῇ φιλανθρωπίας πολλὰ διαφθεί- ροντος, ἐγὼ δὲ τοῦτο αἰσθόμενος ἐπὶ μὲν προσηγορίᾳ χρῶμαι ταῖς εἰσόδοις αἱ τοῦ μηνὸς γίγνονται τετράκις, τοῦτο δὲ ποιήσας ἄφωνος καθέζομαι δεικνύς, ὡς οὐ τοῦ πολλὰ πράττειν ἐπιθυμῶ, καὶ γὰρ τοῦτ’ ἀκήκοε καὶ τὸν εἰπόντ᾿ οὐκ ἐμέμψατο, λοιπὸν ἦν τὸν μὲν ἐᾶν ποιεῖν τὸ δοκοῦν, διδάξαι δὲ τοὺς βουλομένους ἀκούειν, ὅτι χείρω μένοιτ᾿ ἂν ἡμῖν τῇ περὶ ταῦτα σπουδῇ Ὀλύμπια.

    τῶν γὰρ ἐν αὐτοῖς δρωμένων ὁ μὲν σαλ- πιγκτὴς καὶ ὁ κήρυξ ἁπάντων ἦν ἀκοῦσαι, τουτὶ δὲ ὑπὲρ οὗπερ ὁ νῦν λόγος, ἐδέχετο μὲν τοὺς ἀθλητὰς ὥραν ὀγδόην τε καὶ τὴν ἐπὶ ταύτῃ, ἐδέχετο δὲ τοὺς θεατὰς ἀσίτους, ὃ καὶ τὴν ἀπὸ τοῦ καύματος διεκώλυε [*](19) βλάβην, ἦσαν δὲ οὗτοι μαστιγοφόροι τε καὶ ἐφ’ οἷς ἡ [*](R 263) κρίσις καὶ τῶν λελειτουργηκότων οἷς | ἥδιον. ἦλθεν ἄν τις καὶ σύνδικος καὶ διδάσκαλος.

    ἕδραι τε λίθου δύο, τοῦ ἐδάφους ὁπόσον τῆς πρώτης πλησίον· οὐδὲν γὰρ ἔδει πλείονος οὐ πολλοῦ γε τοῦ εἰσιόντος ὄντος. οὔτε γὰρ οἰκέτης οὔτε ἔτι φοιτῶν νέος οὔθ’ οἷς ἀπὸ χειρῶν ὁ βίος οὔθ’ οἶς ἔργον τὸ μηδὲν ἐργάζεσθαι. [*](3 τε inser I2 | διακωλῦσαι? cf. p. 272, 5 7 δ in δὲ in ras P3 τε I 10 οὐ in τοῦ in ras m. rec. Α 13 χείρων I Bong 15 κήρυξ e κῆρυξ corr P3 κῆρυξ AI 20 λελει- τουργηκότων. οἷς ἥδιον ἦλθεν libri Bong corr Re 22 ὁπόσον τι ὑπέρτεραι (vel ὑψηλότεραι), τῆς coni Re Anim 23 ὄντος om Bong 24 οἰκέτης εἰσῄει coni Re | φοιτῶν νέος] φοιτῶν γένος Bong φοιτῶντες Re perperam hoc in A legi asserens simulque coniciens τὸ ἔτι φοιτῶν γένος)

    403
    τριχῶν τε τῶν ἐπὶ τῆς κεφαλῆς οἷς σφόδρα ἔμελεν, εἴργοντ’ ἂν ἰσχυραῖς ταῖς περὶ τὰς θύρας φυλακαῖς ἢ μὰ Δία γε οὐδὲ προσῄεσαν εἰδότες, ὡς ἔστι τὸ κωλύ- σον.

    μυστηρίων τε τιμὴν εἶχε τὰ ἐν τούτῳ τῷ Πλέθρῳ. τοσαύτη μὲν αἰδὼς ἦν, ἣν ἀλλήλους τε καὶ τοὺς ἀθλητὰς οἱ παρόντες ᾐδοῦντο, τοσαύτη δὲ ἡσυχία, τοσαύτη δὲ σιωπή· καὶ γὰρ εἴ τι πάλαισμα ἦν ἄξιον, σιγῇ τοῦτο ἐθαυμάζετο. τῆς βοῆς δὲ ἔδει τοὺς θεωμένους κρατεῖν τοῦ σκήπτρου | παρέχοντος [*](R 264) τὸν φόβον.

    ἰσχυρότερον δὲ καὶ κρεῖττον τοῦτο ῥᾳ- δίως ἐγίγνετο <τὸ> τῶν οὐ πολλῶν. οὐ πολλοὶ ἦσαν τῷ μὴ πολὺ τὸ δεχόμενον εἶναι. πολλῶν δὲ οὐδὲν ἐδεῖτο τουτὶ τῶν Ὀλυμπίων τὸ μέρος, ᾧ κόσμος ἦν αὐτὸ τοῦτο, τὸ μὴ πολλῶν εἶναι. τοιοῦτον δὲ ἄρα τι καὶ τὸ τῶν τελετῶν, αἷς οὐκ ἂν συναχθεσθείης ἐλάττοσιν ἀντὶ πλειόνων ἑαυτὰς παρεχούσαις.

    οὐδὲν τοίνυν ἐνταῦθα μεῖζον ἐδύνατο τοῦ νόμου, τοῦ νόμου δὲ ἦν ἀπεῖναι κραυγὴν καὶ τοῦ χείρονος καὶ τοῦ βελ- τίονος. ὑπῆρχε μὲν γὰρ ἑκάτερον εἰδέναι, πρὸς δὲ τὸν πέλας εἰπεῖν τι ἐξῆν περί τε τούτου περί τε ἐκείνου καὶ ταῦτα ἠρέμα, τὸ δ’ ὑπὲρ τοῦτο παράνομον.

    9. Τί οὖν τὸν κόσμον τὸν περὶ τοῦτο, ὃ πλείστης σωφροσύνης μετεῖχε, συνέχεεν; ἀγωνοθετεῖ μὲν Ἀργύ- ριος μετὰ τὸν ἕτερον τοῖν ἐμοῖν θείοιν τὸν πρεσβύτε- τον, ἀνὴρ τῇ μὲν ἄλλῃ πολλοῦ τινος ἄξιος, ταύτην δὲ [*](24 Πανόλβιον cf. t. III p. 110, 6 R sq. or. I § 13 p. 88, 3) [*](1 ἔμελλεν Ι Bong 3 κωλῦσον? cf. p. 402, 3 4 δὲ? 6 τοὺς om I Bong 11 τὸ inserui | πολλοὶ] πολὺ I Bong 16 αὑτὰς Re 17 κἀνταῦθα coni Re 18 Χείρωνος I Bong 20 τί Ι 23 συνέχεε Ρ)

    404
    βλαβερὰν δοὺς τοῖς Ὀλυμπίοις τὴν χάριν. ποιεῖ γὰρ δὴ διπλασίας τὰς ἕδρας τὰς λιθίνας τῷ προσθεῖναι τοσοῦτον, ὁπόσον ἦν πρότερον. ποιεῖ δὲ καὶ διπλα- [*](4) σιοὺς τοὺς ἐπὶ τὴν θέαν ἰόντας.

    καὶ ἦσαν μὲν [*](R 265) οἱ περιιόντες ὡς ἐπ’ ἔργῳ γενναίῳ | τὸν Ἀργύριον ἐπή̣νουν, νενικῆσθαι τοὺς πρὸ αὐτοῦ λέγοντες ἅπαντας τῷ πεποιημένῳ, τουτὶ δὲ ἄρα ἔμελλέ τι κινήσειν τῶν ἐνταῦθα νομίμων, καὶ συνεισῄει τοῖς πλείοσι θεαταῖς πολλὰ τῶν ἔμπροσθεν οὐκ ὄντων. ὁ δὲ μετ’ ὀργῆς ἐπιὼν τῷ θορυβοῦντι τὸ μὲν ἔπαυεν ἄν, τὸ δ’ οὐκ εἶχεν, ἦν δ’ ἂν βελτίων τηρῶν τὸ καθεστηκὸς μᾶλλον ἢ χρείαν φαρμάκου ποιῶν.