Oratio 5
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ἀμει- βόμεθα δὴ σωτηρίαν λόγῳ, δοῦναι δὲ μὴ τοῦ παντὸς ἁμαρτεῖν ἐν τῷ λόγῳ τῆς καὶ τὸ ἔτι εἶναι δούσης θεοῦ, λαβεῖν δὲ αὐτῇ τοῦτο παρὰ τοῦ μουσηγέτου τε καὶ ἀδελφοῦ ῥᾴδιον.
4. Ἄρτεμις Δῖός καὶ Λητοῦς θυγάτηρ, πατρὸς μὲν τοῦ μεγίστου τῶν θεῶν, μητρὸς δέ, ἣν ἐκεῖνος Πς τοιαύτας ἐξελέξατο γονάς, Δήλου δὲ ἀνασχούσης καὶ σταθείσης τε καὶ στησάσης τὴν Λητὼ προεκτρέχει μὲν ἡ Ἄρτεμις τοῦ Ἀπόλλωνος, βοηθεῖ δὲ τῇ μητρὶ πρὸς τὸ καὶ τὸν Ἀπόλλω τεκεῖν.