Oratio 5
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ὁ δὲ νόμος ἐστὶν εὖ παθόντα ὑπό του τῶν τόνων τιμᾶν τοῦτον τὸν εὖ πεποιηκότα. τιμᾷ δὲ ὁ μὲν κρατῆρας ἀνατιθείς, ὁ δὲ χρυσίδας, ὁ δὲ ἕτερόν τι σκεῦος, ὁ δὲ στέφανον, ποιμὴν δὲ αὐλὸν καὶ θηρα- τὴς θηρίου κεφαλὴν καὶ ποιητὴς ὕμνον ἐν μέτρῳ καὶ ῥητορικὸς ὕμνον ἄνευ μέτρου. δοκεῖ δέ μοι παρὰ τοῖς
306
θεοῖς ὕμνος χρυσίου προκεκρίσθαι, εἰ δὴ καὶ ἀνὴρ [*](R 226) ἀγαθὸς τήνδε ἂν θεῖτο Ι περὶ τούτοιν τὴν ψῆφον, σεμνότερος τούτῳ μᾶλλον ἢ ’κείνῳ γιγνόμενος.