Oratio 5
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
οὕτω καὶ τῆς Ἀφροδίτης ἡ σπουδή, ἔστι δὲ [*](17 Cf. Nonn. Dion. XL 402. Choric. epithal. Procop. P. 19, 19) [*](1 δ᾿ Re 2 ε in τε (1) ex ι corr P2 | φέροιντο V δ᾿ ἄν in ras Ρ2 4 οὖν inser P3 om U 6 ι alterum in εἰργά- ζοιντο inser C p 9 ἐγίνετο V ἐγένετο ΙΒΜ 11 ἴσ. ἧκεν Ferr in marg, ἦμεν Ferr et Mor (qui ἦλθον coni), quod in ἧκεν correxit Koen Greg. Cor. p. 146 Sch. 13 οὐδὲ om ΙΒΜ | οὐ διῆλθε Ferr Mor 14 οὐ καλῶς scripsi e VU et Ρ in quo m4 in rasura sex litterarum οὔ reliqui libri οὕτω· Ferr Mor τὰ δ’ οὐ διέμεινεν coni Re | οὕτω in ras Ρ4 οὕτω corr ex οὔ C p 21 εἱλείθυιαν Μ εἱλείθειαν Β εἱλήθυιαν V | ὅτ᾿ ἂν Α)
Διὰ τοῦτο ἐν τιμαῖς πανταχοῦ τε καὶ παρὰ πᾶσι, καὶ νεώ τε λοπρεπεῖς καὶ βωμοὶ καὶ θυσίαι καὶ ἑορταί. Ἀθηναῖοι δὲ καὶ μηνὸς ὀνόματι γεραίρουσι τὴν θεόν, ὁ γὰρ δὴ Ἐλαφηβολιὼν τοῦτό ἐστιν. ἐν ἑτέρῳ δέ γε μηνί, Μου- νυχιῶνι οἶμαι, καὶ τὰς παρθένους αὐτῇ πρὸ γάμων ὑπάγουσιν, ὅπως προτεθεραπευμένης Ἀρτέμιδος οὕτως | ἐπὶ τὰ Ἀφροδίτης ἴωσι.
δυοῖν δὲ ὄντοιν σφίσι [*](R 233) πλείστου ἀξίοιν χωρίοιν, Πειραιῶς τε καὶ τῆς πόλεως, ἡ μέν ἐστι τῆς Ἀθηνᾶς, ὁ δὲ τῆς Ἀρτέμιδος. Ἐφεσίοις δὲ καὶ τὸ νόμισμα [καὶ] τὴν ἔλαφον ἔφερεν ἀμοιβὴν τῇ θεῷ τῶν μεγάλων ἀγαθῶν.
31. Ὅτι μὲν οὖν καὶ ὑγίεια παρὰ τῆς Ἀρτέμιδος ἀνθρώποις, αὐτὸ μηνύει τοὔνομα, καὶ Αἰνείαν ἴσμεν [*](16 Xen. Hell. II 4, 11. Paus. Ι 1, 4. Mionnet Descr. de med. III p. 85 n. 159 sq,; 207 sq. Suppl. VI p. 111 n. 184 sq. 19 Cornut. theol. c. 32) [*](1 ἕνεκα Μ 4 ἦν ἂν V ἂν om ΒΜ | πεπλευσμένον scripsi e V πεπλευμένον reliqui libri edd | ι in περιρρηγνυ- μένων in ras Ρ2 περιρηγνυμένων VBM 5 δὲ ΙΒΜ | ἥδε Α 6 διατοῦτο PVIBM 7 ε in τε ex ι corr Ρ2 10 τοιοῦτό sed το erasum U | ἐστι Β | Μουνυχιῶνι scripsi auctore Gasda μουνυχιὼν libri (μουννυχιὼν α Β μοννυχιὼν Μ) edd 11 in γάμων in ras C v 12 οὕτως] εἶτα ΒΜ 15 ὁ scripsi ex ΑΡΙΒΜ cum Gasda et Cobeto Mnem. V 105 (Coll. 101) ἡ re- liqui libri edd 16 καὶ cancellavi om ΒΜ et Ρ sed in hoc rasura trium litterarum 19 Αἰνέαν CA et Ρ sed in hoc ι post ε inser m4)
τοῦ γε μὴν ὅλως αὐτῇ μέλειν ἀνθρώπων καὶ τόδε μέγα τεκμήριον. θυόν- των γὰρ αὐτῇ τῶν ἀνθρώπων ἀνθρώπους οἰομένων δεῖν μεγίστοις ἀντὶ μεγίστων τιμᾶν, μετέστησε τὸν νόμον, ἐπεὶ καὶ παρ’ οἶς αἵματι τιμᾶται ἐπὶ τοιούτῳ, ζῶντι τιμᾶται αἵματι·
ἡ δὲ αὐτὴ καὶ φιλάνθρωπος καὶ φιλέλλην. ἦλθεν οὖν ὡς Ἕλληνας ἀφεῖσα Σκύθας. καὶ τὰ ἀπὸ Σελήνης δὲ ἀγαθά, τά τε εἰς φυτὰ τά τε εἰς ἀνθρώπους, Ἀρτέμιδος δόσις, καὶ τὴν τῆς Ἑκάτης δὲ ἀρχήν, τοὺς δαίμονας τοὺς πολλούς, Ἀρτέμιδος ἀρχὴν νομιστέον· Ἄρτεμις γὰρ δὴ καὶ ἐκεῖναι.
34. Ἐπισταμένη δὲ εὖ ποιεῖν ἀνθρώπους ἡ θεὸς ἐπίσταται καὶ κολάζειν ἀνθρώπους, τὰ τοῦ πατρός, οἶμαι, ποιοῦσα, παρ’ οὗ καὶ πλοῦτος καὶ κεραυνοί, τὸ μὲν τοῖς δικαίοις, τοῖς δὲ οὐ τοιούτοις τὸ πῦρ.
ὁρᾷ δὲ καὶ τὸν ἀδελφὸν ἄμφω ποιοῦντα, ὥσπερ ἐπὶ τῶν πολεμησάντων τοῖς Τρῶσίν ὑπὲρ τῆς Ἑλένης Ἑλλήνων, οἷς λοιμὸν ἐνέβαλέ τε καὶ ἔλυσε τὸν αὐτόν, ἑκάτερον τῷ ἱερεῖ χαρισάμενος, τὴν μὲν νόσον, ἐπειδὴ ὕβριστο, τὴν [*](R 234) δὲ όπαλλαγήν, | ἐπειδὴ τὴν παῖδα ἀπειλήφει.
τοι- αῦτα δὴ καὶ τὰ τῆς Ἀρτέμιδος· ἣ παρέπεμψε μὲν διὰ [*](1 II. ε 447 5 Eur. Iph. Τ. 1460 7 or. Ι § 23 p. 93, 15 18 II. α 8 sq.) [*](1 Ὁμήρου Β sed ου in ras ὁμήρω ΙΜ 6 ἐπὶ om VUP sed in hoc rasura 3 vel 4 litterarum post τοιούτῳ inter- punxi cum VBM, post τιμᾶται reliqui libri edd τιμᾶται ἔτι, τῷ τῶν ζώντων τιμᾶται αἵματι Gasda 9 gravis supra α et ἀ τὰ ἀπὸ in ras P3 | ὑπὸ U | δὲ om ΙΒΜ 10 δόσεις Β 13 δ’ ΒΜ 18 τῆς om ΒΜ | ἑλλένης C 19 λιμὸν IB 21 ἐπειδήπερ ἀπειλήφει τὴν παῖδα V)
Ὡς δὲ ἄμεινον αὐτὴν τιμᾶν ἢ καταφρονεῖν, ἔδειξε μὲν ἡ Ταντάλου Νιόβη θρηνήσασα κόρας ἒξ τετοξευμένας, ἔδειξε δὲ Ἀκταίων ἰδών, ἃ μὴ θέμις, ἔδειξε δὲ ὁ τῶν Αἰτωλῶν ἄρχων Οἰνεύς, ὃς θυσίας αὐτὴν ἀποστερήσας τινὸς ἔστενεν ἐπὶ τοῖς δένδρεσι τοῖς ἑαυτοῦ κειμένοις ἡττωμένων τῶν ῥιζῶν συὸς ἑνὸς ἐμβολῆς. κρατηθἐν- τος δὲ τοῦ θηρίου μόλις τε καὶ σὺν τῷ τῶν ἑλόντων· κακῷ, (τοσούτους α ἄνδρας ἀνάλωσεν), ἕτερον δ’ ἔτεκε κακὸν ἡ δορά τε καὶ ἡ κεφαλή, πόλεμον, ὅπως μηδεὶς Ἀρτέμιδος ἐν θεῶν τιμαῖς μήθ’ ἑκὼν ἀμελοῖ μήτ’ ἐπι- λανθάνοιτο.
38. Καὶ παιδεύει δὲ τοὺς ἀνθρώπους μηδὲν ἔξω τοῦ μέτρου μήτε λέγειν μήτε δρᾶν, τὸν μὲν Ἀγαμέ- [*](1 sq. cf. Arr. Anab. Ι 17, 10 sq. 4 II ω 602 sq. 15 cf. διήγημα a me editum Act. Acad. Berol. 1885, 917) [*](15 σημείωσαι καὶ τὸ σχῆμα τοῦτο· τὸν Ἀγαμέμνονα ἀναγκάσασα, ἄλλον δὲ ποιήσασα τὸ καὶ τό οὕτως ἦν τὸ κατάλληλον, ὡς τὸν μὲν τῆς μετοχῆς ἀποδοθῆναι πρὸς σύνδεσμον πάλιν μετοχῆς ὁ δὲ ῥήτωρ καὶ πάντη ἐνήλλαξεν εἰπὼν ἕτερον δὲ ὅμοιόν τε καὶ οὐχ ὅμοιον V) [*](1 συὸς ut scribatur, suadere videtur fragmentum ex Ἐφε- σίων Ὥροις Creophyli servatum apud Athenaeum VII 361 C (Mueller Fr. hist. IV 371) ᾗ ἂν ἰχθὺς δείξη καὶ ὗς ἄγριος ὑφη- γήσηται Ἴωνος vel Νηλέως G. Cuper Harpocr. 199 3 τιμᾶν αὐτὴν ἃ μὴ θέμις om B | ε in θέμις in ras P2 | ἔδειξε δὲ scripsi e V ἔδειξεν reliqui libri (nisi quod δ’ in marg inser Μ2) edd 8 ν in ῥιζῶν in ras Ρ2 | σ in συὸς in ras Ρ4 | σ in ἐμβολῆσ erasum in CAI ἐμβολή Ρ sed ἡ m3 corr in ῇ ἐμβολὴ UV 10 δ’ in ras Ρ2 om U cancellavit Re δὴ Sintenis 12 ἀμελοῖ scripsi ἀμελῆ libri edd | ἐπιλανθάνη- ται ΙΒΜ)
ἕτερον δὲ ὅμοιόν τε καὶ οὐχ ὅμοιον· ἀνήρ τις περὶ Ἰταλίαν συὸς χρῆμα μέγιστον ἑλών, ἀλλ’ οὐ νῦν γε, ἔφη πρὸς ἑαυτὸν λέγων, τῆς Ἀρτέμιδος ἔσΤαι τοῦ συὸς ἡ κεφαλή, τῷ δ’ ᾑρηκότι τοῦτο ἀνακείσεται ἐμοὶ. ταῦτα εἰπὼν ἐκ δένδρου τὴν κεφαλὴν ἀναρτήσας ὑπ’ αὐτῇ καθεῦδε μεσημβρίας ἡκούσης, ἡ δὲ ἐπὶ τὸ στῆθος τοῦ δεσμοῦ λυθέντος πεσοῦσα κτείνει τὸν τιμιώτερον τῆς θεοῦ κυνηγέτην.
40. Τιμωμένη δὲ ἥτις ἐστίν, εἰ πάλιν ἀκούειν ἐθέ- λοιτε, μέλλοντες Ἀθηναῖοι τρέχειν ἐπὶ τοὺς εἰς τὴν χώραν ἀποβαίνοντας τῶν βαρβάρων, τὸν Δαρείου στό- λον, εὔξαντο τῇ Ἀγροτέρᾳ θύσειν αὐτῇ <χιμάρους>, ὅσους ἂν κτείνωσι τῶν βαρβάρων. καὶ ἀπέκτειναν ὁπόσους ἀκούομεν. ἦν μὲν γὰρ καὶ Ἡρακλῆς ἐν τοῖς [*](9 Her. | 36, 1 17 Xen. Anab. III 2, 12. Plut. de malign. Her. 26 p. 862 Β. Schol. ad Ar. Eq. 660. Ael. ν. hist. II 25 22 Polem. or. II § 41. 62. Paus. Ι 15, 3) [*](1 φ in ἔλαφον in ras Ρ2 3 ἀποπλοία Β 4 κολάσασα Α γρ κολάσασα m3 supra κολάζουσα Ρ κολάσασα CB 8 χεροῖν ΒΜ 9 τι Μ 10 ἀλλὰ ΙΒΜ ἄλλω νῦν γε CA sed in hoc m. post. in ἀλλ᾿ οὐ νῦν γε corr | ν in ἑαυτὸν in ras C v 12 δὲ ΙΒΜ | τοῦτον ΒΜ 14 καθηῦδε V ἐκάθευδε PUIBM 20 χιμάρους inserui 21 β m3, ρβάρ in βαρβάρων m2 in ras Ρ)
καὶ τί δεῖ τὰ ἑτέρων λέγειν; ἀλλ’ ἥδε ἡ πόλις ἡ πολλὴ Σκυθῶν ἂν ἐγεγόνει καὶ ἀνήρ- παστο κατὰ τὴν πάλαι στρατείαν, εἰ μὴ ἥδε τὸν ἀδελ- φὸν παραλαβοῦσα τοξεύουσα φεύγοντας | ἔδειξε Φλέ- [*](R 236) γρᾶς ἤδη ταύτας ἔχοντας· στρατὸς δὲ ἡμῖν ὁ νος τοὺς ἐπιόντας οὐκ ἦν, οἱ δὲ ἃ τῶν βαλλομένων ἦν, βοῶντες ἀπῄεσαν, οἱ Σκύθαι, δύο τοξότας οὐ φέ- ροντες.
42. Καὶ τὸ ἱερὸν δὲ τουτὶ τὸ μέγα, τὸ πρὸς ἕω, τὸ ἐν τῷ προαστείῳ, γυναικός ἐστι τῆς Καμβύσου δαπάνη, μισθὸς ὀφθαλμῶν αὐτῇ παρὰ τῆς θεοῦ σεσω- σμένων.
ἐγὼ δέ γε οὐκ ὀφθαλμῶν μόνον οὐδ’ αὖ χειρῶν ἢ ποδῶν ἤ τινος ἄλλου μέρους οἶδα μισθὸν ὀφείλων, ἀλλ’ ὅλου τε ἐμαυτοῦ καὶ τοῦ χοροῦ. ἦν μὲν γὰρ μὴν ὁ ἐπώνυμος τῆς Ἀρτέμιδος καὶ τοῦ γε μηνὸς ἑβδόμη ἱσταμένου, ἐν ᾗ νόμος ἐν Μερόῃ ταύτῃ ποιεῖσθαι τῇ θεῷ τὴν ἑορτήν, ἦς καὶ τὸ κεφάλαιον αἷμα ἀπὸ πυγμῆς. πύκται δέ, ὁπόσαι φυλαὶ τῆς πόλεως, εἷς ἀφ’ ἑκάστης, καὶ ἔρις ὑπὲρ νίκης θαυμαστή, οὐχ [*](1 Her. VI 105 Polem. or. | § 35. II l. l. 12 t. I p. 291,4 R sq.) [*](15 ὡς ἀθεώτερος συμπάντων σύ γε ὢν διὰ τοῦτο καὶ μισθὸν εἰδώλοις μᾶλλον ἢ κατὰ τοὺς ἄλλους ἅπαντας ὀφείλειν λέγεις V) [*](1 αὑτὸν m2 ex αὐτὸν Μ αὐτὸν VIB 6 Φάγρας OMueller Antiqu. Antioch. p. 14 Πάγρας Gasda, fortasse recte, sed cf. p. 129,4 οὗ λόγος κατακαυθῆναι τοὺς Γίγαντας (Sievers l. l. p. 63 et 91) 7 o in δεξόμενος in ras Ρ2 et ex α corr I δεξάμενος CAVM 8 ἃ m. post. (p et s) corr ex ἂν C ἂν Α (sed ν erasum) ΙΜ 18 ἕκτη Roscher Philol. LX 362 19 καὶ om Μ 20 ὑπὸ Β 21 ἀφ᾿ in ras P3 ἀφ᾿ Α)
πάλαι μὲν οὖν δρόμος ἦν ἁπάντων ἐπὶ τὴν [*](R 237) θέαν καὶ τὸ μὴ ἐλθεῖν οὐκ | εὐσεβές, τῷ καιρῷ δὲ ἀμβλυνθείσης τῆς ἑορτῆς οἱ μὲν ἐπύκτευον, διδάσκαλοι δὲ λόγων ἐν συνουσίαις, διδόντες μὲν δίκην οὐ δοκοῦν- τες τοῖς πολλοῖς, καιρῷ δὲ εἴκοντες.
πρῴην τοίνυν οἱ μὲν ᾤχοντο εἰς Μερόην, οἱ πύκται, ἐγὼ δὲ εἰσεκά- λουν τοὺς νέους. οἱ δὲ οὐχ ὑπήκουον· εἷναι γάρ τι τὸ τὸν ὄκνον ἐμποιοῦν, ὅ οὐκ ἔχειν μὲν εἰπεῖν ὅ τι εἴη, δεινῶς δὲ ἀποκωλύειν. ῥᾳθυμίαν δὲ ἐμοῦ τὸ πρᾶγμα καλοῦντος, εἰ τὰ τῆς προτεραίας αὖθις ζητοῖεν, ἡ δὲ οὐκ ἦν ἔργων, δείματός τινος θορυβοῦντος σφίσι [*](R 238) τὰς ψυχὰς ὤμνυσαν | εἶναι τῆς συνουσίας τὴν φυγήν.
οὕτω δὲ συνεχώρουν. τὸ δὲ ἦν ἄρα τῆς Ἀρτέμιδος ἀρωγὴ τὸν γενόμενον ἂν κωλυούσης ὄλεθρον. ὡς γὰρ δὴ ἀπηλλάγησαν οἱ πεφοβημένοι καὶ ἦν μόνος ἐν τῷ βουλευτηρίῳ τούτῳ, λόγον τις οὐ πολλῷ ὕστερον φέρων ἔρχεται νέος εἰρημένον οἱ πολλάκις, εἰ παρέχοι καιρός, ἥκειν σὺν τῷ βιβλίῳ, καὶ γὰρ ἦν τις περὶ τοῦ λόγου λόγος. εἰλῆφθαι δὴ καιροῦ νομίσας ὁ νεανίσκος ἧκεν.
οὕτω δὲ ἀναστὰς ἐλθὼν ἐπὶ τὴν θύραν ἑστὼς ἑστῶτος ἠκροώμην. καὶ ἀνέγνωστό τε ἔπη πλείω ἢ διακόσια, καί με ἔννοια τῆς νόσου τῆς τῶν ποδῶν [*](1 οὐ καλὸν τὸ ἀνηλωμένον ἐνταῦθα V) [*](1 λῶν μὲν τῶν τὰς φῦλα in ras P2 | ταῖς φυλαῖς scripsi auctore Re τὰς φυλὰς libri edd | αὑτοὺς Ρ sed ῾ in ras m3 αὑτοὺς CAVBM 4 post δὲ rasura duarum litterarum in Ρ | 5 ἀμβλυνθείσης in textu, γρ ἀναβληθείσης in marg Β 7 δὲ post δοκοῦντες VUBP et manibus post. (p) C et Α Ferr Mor del Re 10 ὅτι ΡΙΜ 11 ἀπεκώλυε coni Mor 13 ἔργον CUVIB et in ras P3 15 δὲ (prius)] δὴ V 18 τίς ΑΡΒ 19 οἶ CA 24 τῆς (1) Ferr Mor τις libri τις τῆς Re)
ἀπελ- θὼν οὖν καὶ καθεζόμενος ἐπὶ τοῦ θρόνου κελεύσας ἐκεῖνον ταὐτὸ ποιεῖν ἐπὶ θατέρου, τετταράκοντα ἐπῶν οὔπω ἀνεγνωσμένων ὁρῶ κόνιν ἐκ τοῦ ὑπὲρ τῆς θύρας [*](4) τῆς μεγίστης τε καὶ μέσης φερομένην. ἔπειτα | ἀπορ- [*](R 239) ῥαγὲν κῦμα λίθων ἐφέρετο μέγα καὶ ἦν ἐπὶ γῆς τῶν πολλῶν συντριβέντων.
ἐγὼ δὲ οἷς μὲν εἶδον ἐξε- πεπλήγμην, ἐπεπόνθειν δ’ ἄν τι καὶ πλέον, εἰ τὸν κτύπον ἅπαντα τοῖς ὠσὶν ἐδεδέγμην. νῦν δὲ προὐ- νοήθην τε καὶ ἤρκεσαν αἱ χεῖρες.
ὁ δ’ ἐπιτετραμ- μένος τὰς τῶν φοιτητῶν εἰσόδους οὗτος εἰσιών πως τότε τῇ σκιᾷ τοῦ κατιόντος σώζεται βλέψας τε ἄνω καὶ ἐπὶ πόδα ἀναχωρήσας ἤδη εἴσω τὸν ἕτερον ἔχων, ὥστε αὐτῷ καὶ ἐπέπληκτο τὸ τοῦ ὑποδήματος ἄκρον.
τὸ δὲ ἀπορραγὲν τοῦτο ὀφρὺς ἦν ὥρας εἵνεκα ὑπὲρ τῆς θύρας τεταμένη λίθου τοῦ στίλβοντος ἐγκειμένου τῷ μὴ τοιούτῳ· ὂν κοιλάναντες εἰς ὑποδοχὴν τοῦ νος τὸ μὲν ἐνέθηκαν αὐτοῦ, τῷ δὲ προὔχειν ἔδοσαν τέρψιν εἶναι ὁρῶσι. τέως μὲν οὖν ᾧ συνείχετο ἰσχύ- οντος, ξύλον τι σμικρότατον τοῦτο ἦν, ἔμενε, χρόνῳ δὲ ἐκείνου καμόντος ἐξίστατό τε τὸ ἐνηρμοσμένον, καὶ | ἦν χαμαὶ σωρὸς λίθων μεγάλων οὐκ ἂν εἰκασθέντων [*](R 240) [*](4 τοῦ ὑπερθύρου λέγει C2A2P3 ἤτοι τοῦ ὑπερθύρου V 10 χεῖρες] τὸ στρογγύλον τῆς γλώττης κἀνταῦθα διεφάνη καὶ τὸ δι’ ὀλίγων πολὺ δηλῶσαι V) [*](2 ε prius in καθεζόμενος corr ex ι Ρ2 καθιζόμενος CA 3 ἐκεῖνο | 4 θύρας in marg Ι 6 τε om Ι 10 τε om ΒΜ 12 σωίζεται CA 13 ἐπὶ πόδα] ὑπόποδα V 15 ὀφρῦς CAPU | ἕνεκα ΒΜ 16 λίθου του V num λίθου του? 18 τὸ] τὸν UI | οῦ in αὐτοῦ in ras Ρ2 αὐτῶ U Ι τὸ Μ 19 ἰσχύοντος Ι 20 ξύλον δέ τι V | μικρότατον V 21 ἐξίστατο VU et ex ἕστατο m. rec. (s) C et Ρ5 ἵστατο AIBM)
ἀλλ’ αὐτὴ ἐσάωσεν, εἶπεν ἂν Ὅμηρος, καὶ παῖδάς τε γονεῦσιν ἀπέδωκεν ἐμέ τε ἐξείλκυσε σαφῶς τῆς ἐγγὺς οὕτω πληγῆς τῇ περὶ τοῖν ποδοῖν φροντίδι τῷ τε πατρὶ τῷ Διὶ καθαρὸν θανάτων διετήρησε τὸν νεών. εἰ δ’ οὐκ ἐπεκούρει, πόσας ἂν οἰόμεθα δεῦρ’ ἐλθεῖν κλίνας ἀναι- ρησομένας [τότε] τὸ τῆς πόλεως ἄνθος.