Oratio 5

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

305

Αὐτὸ τοῦτο τὸ νῦν ἐμὲ καὶ ζῆν καὶ λέγειν καὶ [*](R 225) ὁρᾶν τε ὑμᾶς καὶ ὑφ’ ὑμῶν ὁρᾶσθαι παρὰ τῆς μιδός μοι σαφέστατα, ὦ ἄνδρες, ἥ μ’ ἐξ αὐτῶν τῶν τοῦ θανάτου πυλῶν ἐρρύσατο καὶ διέσωσεν. οὐ δὴ ἀχάριστον χρὴ γενέσθαι περὶ τὴν ταῦτα δοῦσαν θεόν, ἀλλὰ δίκαιον δεικνύμενον τηρεῖν τὸν περὶ ταῦτα νόμον.

ὁ δὲ νόμος ἐστὶν εὖ παθόντα ὑπό του τῶν τόνων τιμᾶν τοῦτον τὸν εὖ πεποιηκότα. τιμᾷ δὲ ὁ μὲν κρατῆρας ἀνατιθείς, ὁ δὲ χρυσίδας, ὁ δὲ ἕτερόν τι σκεῦος, ὁ δὲ στέφανον, ποιμὴν δὲ αὐλὸν καὶ θηρα- τὴς θηρίου κεφαλὴν καὶ ποιητὴς ὕμνον ἐν μέτρῳ καὶ ῥητορικὸς ὕμνον ἄνευ μέτρου. δοκεῖ δέ μοι παρὰ τοῖς

  • C = Codex Chisianus
  • Α = Codex Monacensis gr. 483 (Augustanus)
  • P = Codex Palatinus gr. 282
  • V = Codex Vindobonensis
  • U = Codex Urbinas gr. 126
  • I = Codex Marcianus append. XCI 2
  • Β = Codex Barberinus II 41
  • Μ = Codex Marcianus gr. 437
  • Ferr = editio Ferrariensis; Ferr in marg = lectiones margini exemplaris mei editonis Ferrariensis adscriptae
  • Mor = editio Morelliana
  • Re = Reiskius
  • [*](5 II. ο 290. ε 646.) [*](2 τό om U 3 ἐφ᾿ Ι 4 ἥ μ᾿ ἐξ in ras δὴ καὶ ἀχάριστον Β 6 γενέσθαι χρὴ Μ | θεάν Μοr 7 δια- κείμενον Gasda 10 ἀναθείς Ferr Mor 11 θηρευτὴς Ferr Mor 13 ὕμνον om V)
    306
    θεοῖς ὕμνος χρυσίου προκεκρίσθαι, εἰ δὴ καὶ ἀνὴρ [*](R 226) ἀγαθὸς τήνδε ἂν θεῖτο Ι περὶ τούτοιν τὴν ψῆφον, σεμνότερος τούτῳ μᾶλλον ἢ ’κείνῳ γιγνόμενος.

    ἀμει- βόμεθα δὴ σωτηρίαν λόγῳ, δοῦναι δὲ μὴ τοῦ παντὸς ἁμαρτεῖν ἐν τῷ λόγῳ τῆς καὶ τὸ ἔτι εἶναι δούσης θεοῦ, λαβεῖν δὲ αὐτῇ τοῦτο παρὰ τοῦ μουσηγέτου τε καὶ ἀδελφοῦ ῥᾴδιον.

    4. Ἄρτεμις Δῖός καὶ Λητοῦς θυγάτηρ, πατρὸς μὲν τοῦ μεγίστου τῶν θεῶν, μητρὸς δέ, ἣν ἐκεῖνος Πς τοιαύτας ἐξελέξατο γονάς, Δήλου δὲ ἀνασχούσης καὶ σταθείσης τε καὶ στησάσης τὴν Λητὼ προεκτρέχει μὲν ἡ Ἄρτεμις τοῦ Ἀπόλλωνος, βοηθεῖ δὲ τῇ μητρὶ πρὸς τὸ καὶ τὸν Ἀπόλλω τεκεῖν.

    καλὸν μὲν δὴ καὶ τὸ ἐκτραφέντα χρόνῳ ὕστερον ἐκτίνειν τροφεῖα τοκεῦσιν, ἡ δὲ ἅμα τε ἐγεγόνει καὶ ἠμείβετο τὴν τεκοῦσαν ἐν καιρῷ μάλιστα δὴ δεομένῳ βοηθοῦ. ὥστε καὶ ὧνἈπόλ- λῶν αiτ́ιος ἀγαθῶν ἀνθρώποις, ἀμφοτέροις ἰστέον χά- αiτ́ιος ἀγαθῶν ἀνθρώποις, ἀμφοτέροις ἰστέον ῥὶν, τῷ τε ἐπειδὴ ἐγένετο δόντι τῇ τε μαιευσαμένῃ. τῷ τε ἐπειδὴ ἐγένετο δόντι τῇ τε μαιευσαμένῃ.

    6. Καὶ ὡς μὲν καὶ εὐθὺς ἐν ταῖς πρώταις ἡμέραις ἀνδρειοτέρα ἦν τοῦ Ἀπόλλωνος πρὸς τὰ ἐκ τῆς ‘Πρας δείματα, ὅθεν δὴ καὶ ὀνόματα τῇ μὲν Ἄρτεμιν, τῷ δὲ γενέσθαι Λοξίαν, ταυτὶ μὲν ἑτέροις ᾄδειν ἀφείσθω.

    γίγνεται δὲ αὐτῇ γενομένῃ παρὰ τῆς Γῆς τόξα τε καὶ βέλη δῶρα καὶ τὸ εὐθὺς ἐπίστασθαι τὴν τέχνην, ἔλαφοί τε εὐθέως ἐφαίνοντο, παρὰ τῆς Γῆς, οἶμαι, καὶ [*](12 [Αροΐΐοά.] Ι3ί1)1. Ι 4, 1. 8βΓν. αά Αβη. III 73. βοΐ. IV 10. 20 0£. Ρααδ. Π 7, 7. Εβιηηια Αηΐΐι. Ραΐ. III 6) [*](2 θοῖτο Εθ 3 τον́τῳ οιη Μ Ι γινόμενος Γ Ι ἀμειβώμεθα ΜοΓ, £θΓί3;88θ Γβοίβ 6 τε οπι ΒΜ 12 ἡ οιη Μογ 14 χρόνῳ οιη Ι 16 δεομένου Β 19 καὶ 3.11:θηιηι οηι Γ 22 ἅδειν ἑτέροις ΙΒΜ 23 γίνεται VI)

    307
    τοῦτο, καὶ ἐβάλλοντο ἄλλαι ἐπ’ ἄλλαις μελέτης εἵνεκα τῆς περὶ τὴν τοξικήν. | τοῦτο δὴ φαίνεται πεποιηκὸς R 227 καὶ τὸν Ἀπόλλω τοξότην, ἡ μίμησις τῆς Ἀρτέμιδος, ὥστε εἵη <ἂν> Ἀρτέμιδος Ἀπόλλων ἐν τοξικῇ μαθητής.

    8. Αὐξομένη δὲ ἡ θεὸς κάλλει τε ἤστραπτε καὶ ἔφευγε γάμον καὶ ὤμνυ τὴν τοῦ πατρὸς κεφαλὴν ἦ μὴν παρθένος μενεῖν. τοῦ μὲν οὖν κάλλους ἄλλοι τε ποιηταὶ μάρτυρες καὶ ὁ σοφώτατος Ὅμηρος, τοῦτο μὲν τὴν Ἀλκίνου θυγατέρα τῇ ταύτης εἰκόνι τιμήσας, τοῦτο δὲ τὴν Ἰκαρίου, προσθεὶς τῇ Ἀρτέμιδι τὴν Ἀφροδίτην εἰς ἴσον ταῖν θεαῖν ἄγων τὰ κάλλη.

    Παρθένιόν τε τὸν ἐν Παφλαγόσι ποταμὸν ὄντα καλὸν καλὸν δὴ εἶναι λόγος, ὅτι λουτρὸν Ἀρτέμιδι γένοιτο. τοῦ γε μὴν ἀπο- διδράσκειν τὴν πρὸς τὸ ἄρρεν κοινωνίαν μάρτυς νὸς ὁ δυστυχὴς Ὠρίων σκορπίῳ κατενεχθεὶς ὁ τηλι- κοῦτος, ἐπειδὴ ὧν οὐκ ἐξῆν ἥπτετο.

    τὴν μὲν δὴ Ἀθηνᾶν οὐδὲν θαυμαστὸν παρθένον ἑλέσθαι εἶναι, φῦσαν ἐκ μόνου τοῦ πατρός, ἡ δὲ ἐκ γάμου γενομένη [*](6 Hom. h. in Ven. 26 sq. 8 Od. ζ 102 10 Od. ρ 37. τ 54. 11 II. β 854 15 [Eratosth.] Catast. 32. Serv. ad Aen. Ι 535. Lucan. IX 836. Od. λ 572) [*](1 ἄλλαι ἐπ’ ἄλλαις scripsi auctoribus Iacobsio (Philostr. 562. Seebodes Krit. Bibl. III 1, 457. Lectt. Stob. 104) et M Schmidtio Philol. Χ 590 ἄλλαις πολλαῖς libri edd, nisi quod in V ἄλλαις m. rec. (g) in ἄλλαις corr et in marg adscriptum est: ἄλλη ἡ πλάνη ἄλλοις πολλοῖς coni Mor 2 δὲ Ι 4 εἶναι V | ἂν inserui ex ΙΒΜ, quod etiam Sintenis deesse adnotavit | Ἀπόλλω V | μαθητήν V 5 ἤστρσπτο Β 7 μενεῖν e μένειν corr P3 coni Mor μένειν CAPUVIB Ferr Mor | τε πολλοὶ Β μάρ- τυρες ποιηταὶ ΒΜ 9 τὴν τοῦ ἀλχίνου ΙΒΜ γρ Ἀλκινόου Μοr in marg 12 Παφλαγονίᾳ Re | ὄντα] λόγος εἶναι ΙΒΜ | λ in καλὸν (2) in ras m. rec. V | δὴ scripsi auctore Gasda δὲ libri edd delendum censuit Re δέον M Schmidt Philol. X 635 καλεῖσθαι pro καλὸν δὲ εἶναι coni Sintenis 15 ὡρίων C)

    308
    τὴν παρθενίαν ὅμως ἐδίωξε. καὶ ἡ μὲν Ἀφροδίτη διὰ τὸ κάλλος αὐτή τε ἀνδρὶ συνεζύγη καὶ ἐπέστησεν αὑτὴν γάμοις τε καὶ ὑμεναίοις, τὴν δὲ οὐκ ἔπεισε τὸ κάλλος συνοικεῖν τε θεῶ καὶ κύειν καὶ τίκτειν οὐδὲ ὑπέθηκεν αὑτὴν τοῖς τοῦ γήμαντος βουλήμασιν.

    11. Οὐ μὴν οὐδὲ ἱστὸν καὶ ἔρια καὶ ταλασίαν καὶ ἔργα γυναικῶν ἠξίωσεν ἐφορᾶν, ἐλάττω ταῦτα τῆς τῆς κρίνασα φύσεως, ἀλλ’ ἀφῆκεν αὑτὴν ἐπὶ τὰ θηρία, [*](9) νάπας τε καὶ ὄρη καὶ ἄλση καὶ δρυμοὺς ἐπιοῦσα, τέρ- [*](R 228) ψιν ἔχουσα τὴν θήραν. οὐ γὰρ | δὴ πόνου δεῖ τῇ Ἀρτέμιδι πρὸς τὸ βάλλειν, ἀλλ’ ὅσα ἡμεῖς ταῖς καθειργ- μέναις ὄρνισι, χρῆται ἐκείνη κάπροις τε καὶ ἐλάφοις καὶ ὅτῳ ἄλλῳ θηρίῳ δόξειε.

    καὶ ἔστιν ἀκριβῶς δέσποινα τῶν θηρίων μᾶλλον ἢ ἡμεῖς τῶν οἰκετῶν. τῶν μέν γε ἀντέβλεψεν ἤδη τις καὶ ἐλύπησε ῥήματι καὶ ἀποδρὰς ᾤχετο, τὰ δὲ ὅ τι περ ἂν ἐκείνῃ δοκῇ, πάσχει τε καὶ στέργει τοῖς ἀπὸ τῆς θεοῦ.

    ἡ δὲ τέρπεται μὲν ὁρῶσα αὐτὰ θέοντα, τέρπεται δὲ διώκουσα, πεται δὲ τοξεύουσα. τῇ τέρψει δὲ αὐτῇ τῷ γένει τῷ τῶν ἀνθρώπων ἀμύνει, τὰ δυσμενῆ τῷ γένει ποιοῦσα [*](6 Οd. α 356) [*](2 ἐπέστησεν · ἤτοι ἐπιστάτην ἔταξεν ἑαυτήν V 18 τὸ διώκειν καὶ ἐπὶ ἑτέρου τρόπου τοῦ ζητεῖν καταλαβεῖν τι V) [*](2 ἀνδρὶ θνητῷ Μ Schmidt Philol. X 635 5 αὐτὴν I 6 ταλασσίαν Μ 8 αὐτὴν Ι 10 τὴν θήραν ἔχουσα τέρψιν ΙΒΜ 11 ταῖς οἰκίσκῳ καθ. ΜSchmidt Philol. X 635 12 τε inserui ex AUVIBM 14 ἡμεῖς] αὐτοὶ Μ 15 γε m. post. (p) corr in γὰρ CA γε Ρ sed ε m3 in ras et γρ γὰρ in marg m4 ve;l5 | ἀντέβλαψεν CAP sed in hoc α alterum in ras m2, U et Re | ἤδη om U 19 τ in τοξεύουσα in ras Ρ4 Ι τῷ alterum om VBM 20 ποιοῦσαν Ι)

    309
    ἐλάττονα, δοκεῖν δέ μοι, καὶ τῷ μὴ χωρεῖν αὐτὰ ἐπὶ τὰ ἄστη μηδὲ προσπίπτοντα σπαράττειν τε καὶ κατε- σθίειν καὶ κενοῦν τὰς πόλεις ἀνθρώπων.

    τὶς γὰρ ἂν ἤνεγκεν ὁμοθυμαδὸν ἐπιόντα τῶν θηρίων τὰ φῦλα, ὅπου γε καὶ ἢν ἔν τι τούτων δὴ τῶν ἐν τοῖς ζωυδείοις τεταλαιπωρημένων ὑπερβὰν τὸ ἑρκίον θέῃ διὰ πόλεως, βλέμματι μόνῳ ταράττει τε καὶ ἐκπλήττει καὶ ποιεῖ σκοπεῖν ἡ ἄν τις σωθείη, θύραι τε κλείονται καὶ βοὴ πρὸς ἀλλήλους καὶ θόρυβος, ὅσος ἂν ἐκ πολεμίων εἰσπεσόντων γένοιτο;

    τί δὴ ἂν οὖν οἰόμεθα συμ- βῆναι ἐν θηρίων ἐπιστρατείαις ἡγουμένων λεόντων; τῆς θεοῦ | τοίνυν χάρις τὰ νῦν γιγνόμενα, τὸ μένειν [*](R 229) ἐν ταῖς ὕλαις, ἃ οὐκ ἦν ἐνεγκεῖν ἐπιόντα.

    16. Φήσει τις μεγάλῳ ἔργῳ, τοῖς πολεμικοῖς, ἐπιστατεῖν τὸν Ἄρη τε καὶ τὴν Ἀθηνᾶν. ἔστι δὲ οὐκ ὀλίγη μοῖρα τῶν ἐν πολέμοις Ἀρτέμιδος, εἰ μὴ μικρόν τῳ δοκεῖ τοῖς πολεμοῦσιν εἶναι τόξα καὶ βέλη, δι’ ὧν ἐστι πόρρωθεν τῶν ἐναντίων κρατεῖν δρῶντας ἄνευ [*](8 σημείωσαι τὸ ξενίζον τοῦ σχήματος· ἀφεὶς γὰρ πρὸς τὸ ἐμψυχον θηρίον ἐπάγειν τὰ ἑξῆς κῶλα παρενέβαλε τὸ ἄψυχον· θύραι τε κλείονται εἰπών· καὶ ἔτι ἐξένισε σχήματι βοῆς ανθρώπων μνησθεὶς καὶ ὧν ἄλλων καταλέγει V) [*](1 δοκεῖν Re δοκεῖ libri Ferr Mor | τῷ Re τὸ libri Ferr Mor 2 ίει in κατεσθίειν m. rec. (n) in ras (ι α ex ει corr) 4 τὰ φῦλα τῶν θηρίων ΒΜ 5 τούτων δὴ] δὴ τούτων ΙΒΜ Ι ῥεῖ in ζωγρείοις in ras P3 ζωγρίοις C (sed ι m. rec. (n) in ει corr) AUI 6 ὑπερβὰς Β 10 οὖν in ras P3 om 11 U | οἰώμεθα I 11 στ in ἐπιστρατείαις in ras P2 ἔπι στρατεί- αις Ι 12 τανῦν V Ι γινόμενα VIB 13 ἐπεξιόντα MSchmidt Philol. Χ 635 14 τίς APIB | μεγάλων ἔργων e μεγάλω ἔργω corr Β et coni Re cf. ρ. 100, 5 | ἐν ante τοῖς inserendum coni Re | ἐπιστατεῖν τοῖς πολεμικοῖς V 15 τόν τε Ἄρη Re | ἄρην V 16 ἀρτέμιδι U 17 εἷναι om U)

    310
    τοῦ παθεῖν.

    εἰ γοῦν τοῖς μὲν εἶεν τῶν μαχομένων τοξόται, τοῖς δὲ μή, τάχιστ’ ἂν ἀναλωθείη τὸ ὁπλιτικὸν ὑπὸ τῶν τοξευμάτων, πρὶν συμπεσεῖν, καὶ ἀπίοιεν ἂν καθαροὶ τραυμάτων νενικηκότες οὗτοι δὴ οἱ τοξόται, καὶ πολιορκῶν δὲ τοξότης κατενέγκαι ἄν τὸν ἐπὶ τείχους πολ- λάκις, καὶ ἀπὸ τοῦ τείχους δ’ ἂν τὸν τειχομαχοῦντα ῥᾳ- δίως ὁ πολιορκούμενος. ὁπλίτου δὲ πόσον ἂν ἐνταῦθα εἵη τὸ ἔργον.

    μάθοι δ’ ἄν τις καλῶς παρ’ Ἡρακλέους, ὁπόσον τι δύναται τόξον, ὅς ὁρμήσας καθαίρειν τὴν γῆν, οὐ θώρακα ἐνδὺς οὐδὲ ἀσπίδα λαβὼν ἐχώρει πρὸς τὸ ἔργον, ἀλλὰ τόξα καὶ φαρέτραν, οἷς τὰ πολλὰ κατειρ- γάζετο.

    τῶν δὲ ἐκείνου τόξων ἀπέλαυσεν εἰς νίκην καὶ ὁ μετ’ ἐκεῖνον ἐπὶ Ἴλιον ἥκων στρατός. εἰ δὲ μὴ ἦλθεν ἐκ Λήμνου Φιλοκτήτης μετὰ τῶν τόξων κλέους, μικρὰ ἂν ἦν τὰ τῶν ὁπλιτῶν.

    ὅλως δὲ [*](R 230) ὅστις | θηρᾶν ἀγαθός, οὗτος καὶ πολεμεῖν ἀγαθός. ἀγαθὴ γὰρ πολέμου διδάσκαλος ἡ θήρα. καὶ ὁ μὲν ἐκεῖθεν δεῦρ’ ἥκων θαρραλέος, εἰδὼς σωθῆναί τε καὶ διαφθεῖραι, ὁ δ’ ἄνευ θήρας δειλός τε καὶ κακὸς καὶ πολεμίοις χαρά.

    21. Ἀριθμεῖ δὲ ὁ χρηστὸς Ξενοφῶν ἐν τῷ περὶ κυνηγεσίων λόγῳ τοὺς ἀπὸ τοῦ θηρᾶν μακαρίους τε [*](21 Xen. Cyneg. 1) [*](1 π in παθεῖν in ras P4 4 ς in νενικηκότες in ras Ρ4 5 δὴ | 6 ἐπὶ τοῦ τείχους ΙΒΜ | δ’ om ΒΜ 7 σ in πόσον corr in στ P4, supra σ rasura | ἐντεῦθεν Ι 9 τί IB | τὸ τόξον Ι 11 ἀλλὰ καὶ τόξα Β 12 ἀπέλαυσεν coni Ferr in marg et Mor ἀπέλαυσαν libri Ferr Re 13 ἐπ’ Re 16 ἀγαθός alterum delet Cobet Mnem. V 105 (Coll. 101) contra usum dicendi Libanianum 18 δεῦρο Re 21 ρ in ἀριθμεῖ in ras Ρ2 22 κυνηγεσίας Re at cf. Paus. VIII 20, 3)

    311
    καὶ θαυμαστοὺς καὶ οἵους λύειν κινδύνους γεγενημέ- νοῦς. καὶ ἴστε, ὦ νέοι, τοὺς ἄνδρας οὓς ἀριθμεῖ Ξε- καὶ ἴστε, ώ νέοι, τοὺς ἄνδρας οὓς ἀριθμεῖ Ξε- νοφῶν.

    θαυμασταὶ δὲ ἐντεῦθεν καὶ γυναῖκες, ὅσας ἐφίλησεν Ἄρτεμις καὶ ἔσχεν ἐν θήρᾳ διατριβούσας· αἵ μοι δοκοῦσιν ἄνδρας ἀπείρους θήρας ἐν πολέμῳ λα- Βοῦσαι δεῖξαι ἂν καλῶς, ὡς νόθος ἅπας ὁ στρατιώτης ὁ πολέμου πρὸ θήρας ἁπτόμενος.

    δηλοῖ δὲ ἡ τῶν Λακεδαιμονίων πόλις· μάλιστα δὴ δοκοῦσα φροντίσαι Κτών^ πολεμικῶν μάλιστα δὴ φαίνεται φροντίσασα τῶν περὶ θήραν. νόμος γοῦν αὐτοῖς ἐν τῇ τῆς Ἀρτέμιδος ἑορτῇ τὸν ἥκοντα ἐπὶ τὸ δεῖπνον οὐ τεθηρευκότα δοκεῖν τε ἀδικεῖν καὶ διδόναι δίκην. ἡ δὲ δίκη, ἀμφορέα τις ὕδατος κομίσας καταχεῖ τηςζτοϋ παιδὸς κεφαλῆς, ἢν παῖς οὗτος ᾖ, ἀνδρὸς δὲ τῆς χειρὸς Ι ὁ δάκτυλος Κ 231 τοῦτο ὑπομένει, καὶ ἔστιν ἐν Λακεδαίμονι τοῦτο τὸ ΐ5 ὕδωρ ἀτιμία. ἐπιθυμοῦντες γάρ, οι-’μαι, τοῦ νικᾶν ἐν τοῖς ὅπλοις ἒν τοῦτο μέγιστον εὑρίσκον εἰς νίκην ἐφό- διον, θηρίων περιεῖναι.

    24. Ἔχοι δ’ ἄν τι λέγειν οὐ πρὸς Ἄρην καὶ Ἀθη- νᾶν μόνον, εΐ βούλοιτο, Ἄρτεμις, ἀλλέ̀ͅκαὶ πρὸς ἅπαν- τὰς θεούς, οἱ τέχνας παραδόντες ἀνθρώποις ἔχουσί τε αὐτοὺς ἐργαζομένους αὐτὰς τάς τε ἀπὸ τούτου ποῦνται τιμάς. μὴ ὄντων μὲν γὰρ ἀνθρώπων ἀπώλ- τιμάς. μὴ ὄντων μὲν γὰρ ἀνθρώπων ἀπώλ- [*](2 Χβη. Ο^η. 13, 18) [*](6 δεῖ ίη δεῖξαι ίη γΕ8 Ρ2 Ι ὁ ρΓΐυβ οιη ΥΠ 7 πρὸς C sed σ erasum | ηλ ίη δηλοῖ ίη γη,β Ρ2 Ι δὲ καὶ ἡ Εθ Ι τῶν οπι ΟΛ 8 δὴ] γὰρ νβΐ γὰρ δὴ οοηί Εβ 9 τῶν ίηβΘπιί 10 γ’ οὖν Λ 12 ἑ ίη τε ίη ταβ Ρ2 Ι ἑ ίη dμφορἐα in ras Ρ2 Ι τίς ΑΡΠΒ 15 τὸ ὕδωρ τοῦτο ΒΜ 16 ἀτιμίαν Ι Ι τοῦοmΡUΙἐνοmΜ 19ἴχειΒ 20καὶοmΒ 21 άν- θρώποις in marg inser I2 22 τε (Β,Ιί,.)] τ’ Εβ 23 μὲν in marg inser Ι2)

    312
    λυντ’ ἂν αἱ τέχναι, ἄνθρωποι δὲ οὐκ ἂν ἦσαν ἐν ὠδῖσι διαφθειρομένων τῶν τε φερουσῶν ἅ τε φέροιτο· κοινὸς γὰρ ἀμφοῖν ἐν τῷ τοιῷδε ὄλεθρος, ἐκράτει δ’ ἂν οὗτος οὐκ ὄντος τοῦ ἀρήγοντος.

    τίνες ἂν οὖν οὐκ ὄντων τῶν τικτομένων ἢ θάλατταν ἔπλεον ἢ γῆν εἰργάζοντο ἢ λόγους ἐποίουν ἢ σώματα ἐθεράπευον ἢ ἐχάλκευον ἢ ᾠκοδόμουν ἢ ἐναυμάχουν ἢ ἐπεζομάχουν ἢ ἀφ’ ἵππων ἐμάχοντο θανάτου τὴν γένεσιν φθάνον- τος; ἢ γὰρ οὐδὲν ἐγίγνετο ἂν ἢ κομιδῆ τινα εὐαρίθ- μητα οὐδὲ αὐτὰ ἄπηρα.

    ἐπεὶ καὶ ὅσα πώποτε ἢ οὐ διέφυγε τὸν κλύδωνα ἢ ἧκεν εἰς φῶς ἀνάπηρα, ὥστε αὐτοῖς γενέσθαι τὸ μὴ τεθνάναι ζημίαν, ταῦτα ἄνευ τῆς θεοῦ τῆσδε τὴν ὁδὸν ἐκείνην τὰ μὲν οὐδὲ ἦλθε, [*](14) τὰ δὲ οὐ καλῶς. οὕτω πάντη τὸ τὴν γῆν ἐσχηκός τε [*](R 232) γένος ἀνθρώπων | καὶ ἔχον καὶ ἕξον ἐν ἡλικίαις ἁπάσαις παρὰ τῆς Ἀρτέμιδος δέδοται τῇ γῇ, τό τε ὂν τό τε οὐκ ὂν τό τε ἐσόμενον.

    καὶ ἃ δὴ τὸν Γάμον ὑμνεῖν ἐν γάμοις εἰώθαμεν, ὡς ὄντα πατέρα ἀνθρώπων, τά τε τούτου τοῦ θεοῦ τά τε τῆς Ἀφροδίτης μάταια ἂν ἦν, εἰ μὴ Ἄρτεμις χεῖρα ἐν ὠδῖσιν ὤρεγεν. ἐπεὶ καὶ τὴν Εἰλείθυιαν ὅταν ἀκούσῃς, ἀκούεις τὴν Ἄρτε- μιν.