Oratio 5

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ ἔστιν ἀκριβῶς δέσποινα τῶν θηρίων μᾶλλον ἢ ἡμεῖς τῶν οἰκετῶν. τῶν μέν γε ἀντέβλεψεν ἤδη τις καὶ ἐλύπησε ῥήματι καὶ ἀποδρὰς ᾤχετο, τὰ δὲ ὅ τι περ ἂν ἐκείνῃ δοκῇ, πάσχει τε καὶ στέργει τοῖς ἀπὸ τῆς θεοῦ.