Oratio 4

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

κἀγὼ πᾶσι μὲν λόγοις, ἁπάσῃ δὲ τέχνῃ τοὺς δικαίως ἂν ἀπολομένους ἐξήρπασα. ὁ δ’ ἀπαλλαγεὶς τοῦ τὸ σῶμα νοσεῖν ἐνόσει [*](R 222) τὴν ψυχὴν πάλιν καὶ τὴν ἀγορὰν ἐτάραττεν | οὐδα- μοῦ στῆναι τὰς ἐφ’ ἑκάστῳ τιμὰς ἐῶν, εἰδώς, ὡς ἀπὸ νοσούσης καὶ αὐτῆς καὶ φθειρομένης γένοιτ’ ἄν τις καὶ πρόσοδος αὐτῷ τε καὶ τῷ γένει. τοῦτ’ αὐτὸν ἐποίει κινεῖν τὰ τεταγμένα [καὶ] α παρὰ τῶν εὖ νούντων καὶ νενομοθετημένα.

ὁ δ’ ἄλλους οὐκ ἐρρῶσθαι τὰς φρένας λέγων αὐτός, οὐκ ὢν γέρων, ἐν μάχῃ τῇ πρὸς αὑτὸν ζῶν οὐκ οἶδε. ξίφει μὲν γὰρ τοὺς ἄξια θανάτου δεδρακότας οὐ παραδίδωσιν εὐλα- βῆς εἶναι λέγων καὶ πρὸς τοὺς τοιούτους ὀκνηρὸς θα- νάτους, μάστιγι δὲ ταὐτὸ ποιῶν οὐκ οἴεται δρᾶν, ὅ φησι φεύγειν.