Oratio 4

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

παρὰ τούτων ἴσως ἐπαίνους ἐπὶ ταῖς ὕβρεσιν αἷς ὑβρίζεις ἀκούεις, ἐλάτ- τους μέν, ὅταν εἰς τοὺς ἄλλους, μείζους δέ, ὅταν εἰς ἐμέ· εὖ γε, ὦ οὗτος· τοῦτ’ ἄρχων, τοῦτ’ ἀνήρ, τοὐτ᾿ είδὼς αὑτόν. | οὕτως ἄν γένοιο μέγας, εἰ [*](R 221) τὰ τοῦδε καθέλοις, εἰ μὴ πορευθείης ὡς αὐτὸν μηδὲ τὴν τῶν τοῦτο παθόντων μιμήσαιο πεινότητα, τῶν μὲν εἰς τὴν οἰκίαν ἐλθόντων αὐτῷ, τῶν δ’ εἰς τὸ διδασκαλεῖον.

καὶ οὐχ ἧκέ γε. καὶ τοῦτό ἐστι τὸ λαμπρόν, κἄν τις αὐτὸν ἔρηται· σὺ δὲ δὴ τῷ ποτε τῶν ἐπὶ τῆς ἀρχῆς σε- μνύνῃ μάλιστα; τοῦτ’ ἂν εἴποι τὸ τῶν τετιμηκότων με ταύτῃ πολλὴν κατεγνωκέναι μωρίαν.

[*](4 ταῦτα Μο 8 καὶ alterum om Β 13 ἃς Re, quod e Par 1000 corr Boissonade An. IV 352 16 αὐτὸν Ι 17 καθέλεις Ι | εἰς ΒΜ Bong 18 τὴν in marg pos. m. ant. (p) C suprapos. m. ant. Α om VIBM Bong 20 αὐτῶν Ι 21 καὶ τοῦ τοῦτο Ι 23 τὸ] τῶ ΒΜ Bong | κατεγνωκότων Μ Bong 24 μοι Β | ταύτην Μο | ante μωρίαν rasura duraum litterarum (ut videtur εἰ) in I)
298

34. Οὕτως οἶδά σου τὰς πολλὰς κεφαλάς, αἱ πᾶσαι δίκην ἂν ἔδοσαν, εἰ μὴ τοῦτο ὁ ληρῶν οὗτος ἐκώλυ- σεν. ὡς γὰρ ὁ φόβος ἐνεποίησεν αὐτῷ νόσον δι’ πνίας καὶ ἦν δῆλον, ὡς οὔτε δεδιὼς καθευδήσοι, μὴ καθεύδων δὲ ἀπολεῖται, λέγει πρὸς ἐμὲ ταῦτα ὁ πρε- σβύτης ἰατρὸς καὶ ὡς, εἰ μή τις σβέσει τὸν φόβον, οὐδὲ αὐτὸς δυνήσεται τὴν νόσον, ἐλεεινόν τε ἔφασκεν εἶναι θέαμα γυναῖκα καὶ παιδία.