Oratio 4

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

εἰ δ’ ἔστι φρονεῖν καὶ πρὸς τοῦτο προβάντα χρόνου καὶ πολὺ πλείους τῶν [*](4) τοῦτο παθόντων οἱ μὴ παθόντες εἰσί, τί δεῖ κατὰ τῆς [*](R 209) ψυχῆς τὴν ἡλικίαν | λαμβάνειν καὶ νομίζειν τὸ γῆρας ἐν αὑτῷ καὶ τὸ ληρεῖν κομίζειν;

ἢ σὺ τολμήσεις εἰπεῖν, ὡς ἐλήρει μὲν Πλατῶν, ἐλήρει δὲ Ἰσοκράτης, ἐλήρει δὲ Σοφοκλῆς, οὐκ ἐσωφρόνει δὲ Γοργίας, οὐκ ᾔδει δ’ ἑαυτὸν ὁ Τυανεὺς ἐκεῖνος;