Oratio 4

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ᾐσθόμην δὲ αὐτὸν καὶ τῇδε χεῖρας μὲν | ἐπὶ τὴν βουλὴν ἀφέντα, [*](R 218) ἑλκύσαι δὲ οὐ δυνηθέντα τοῖς χειροτέχναις ἐπιθέμε- νον. μελλήσεως δέ τινος γενομένης τὰς πληγὰς ἐκεί- νας ἤκουσα τὰς ἀμυθήτους γενέσθαι, παρ’ ὧνπερ ἤλπισε καὶ θανάτους ἔσεσθαι.

οὐ γὰρ ὑπὲρ τῶν Ἰχθῦς ἐσθιόντων ἀγανακτῶν οὐδ’ ὑπὲρ τῶν ἔλαιον ὠνουμένων καὶ ξύλα τοὺς μὲν ὅλως ὧν ἐπώλουν ἔπαυε, τοῖς δὲ τῶν τιμῶν ἀφῄρει, ἀλλ’ εἰς τὴν παρ’ αὑτοῦ πρᾶσιν ταῦτα ἄγων ἐκακοτέχνει, καὶ τὸ μὲν σχῆμα εὐπρόσωπον, τὸ δ’ ἔργον χρηματίζεσθαι βουλομένου.