Oratio 4

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ ὡς οὐ ψεύδομαι, μαρτυροῦσαν μὲν ἔχω Χαλκίδα τὴν δε- ξαμένην πληγὰς πεπραμένας, μαρτυροῦσαν δὲ τὴν Ἀπα- [*](3 καταλαβὼν Βοng 4 ι prius in ἐπικειμένων corr ex ει C v 7 ἥττας καὶ νίκας Ι 9 καὶ om Μο | ἐκείνους Μο 11 παραχθῆ Μο 13 σύνοισθα cum rasura 1 litterae post α Μο | δὲ Ι edd Ι ἵνα ΙΒΜ Βοng | ἐκείνοις Μ 14 γίνεται ΒΜ | ἔστιν Α | τὸ — 15 κλοπαῖς versum comoediae agnoscit Kock Fr. com. Att. III p. 500, 499 τὸ om Bong 17 λήσῃ Μ Bong 19 χωρὶς Ι 24 μὲν οm Bong 25 πεπραμένας Re e Μο πεπραγμένας reliqui libri (sed γ erasum in V) et Bong)

295
μέων τὴν ἄνδρας μὲν ἀρίστους ἠδικηκυῖαν, φίλην δὲ σοί, καὶ κακῶς μὲν ὑπ’ ἄλλων ἀκούουσαν, ἐπαίνων δὲ παρὰ σοῦ τυγχάνουσαν διὰ τὴν εἰς τὴν εὐλογίαν | ἀνάγκην τὴν ἀπὸ τοῦ πάντα λαβεῖν. οὐδὲ γὰρ [*](R 217) ὀσπρίων ὁ σεμνὸς οὗτος ἀπέσχετο, ὧν ἐνέπλησε τὸν ἀγρὸν τὸν ἑαυτοῦ πιέσας τοὺς ὤμους τῶν τοῦτον αὐτῷ γεωργούντων.

καὶ περὶ τεττάρων δὲ ἑτέρων πόλεων οὐχ οὕτω μὲν μεγάλων, πόλεων δὲ καὶ αὐτῶν ἤκουσα παραπλήσια τοῦ πευθῆνος ἐλεοῦντος μὲν τοὺς δεδωκότας, ἀπειλοῦντος δὲ τῷ λαβόντι, ἕως αὐτὸν διήλλαξεν ἡ κοινωνία τῶν λημμάτων.