Oratio 3

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

268
[*](R 196)

Οὔθ’ ὑμᾶς ἄν τις αἰτιάσαιτο τὸν εἰωθότα ἀπαι- τοῦντας λόγον, ὦ δόξης ἐπιθυμοῦντες ὑμεῖς, ἐμοί τε τὴν σιωπὴν ἔχειν ἡγοῦμαι λόγον· ὂν ἀκούσαντες συγ- γνώσεσθε μὲν ἐμοί, κατὰ δὲ τῶν παρεσχηκότων τὴν ἀνάγκην οὐκ ἄδηλον ὅτι καλέσετε τῶν θεῶν οἶς ἐστὶ μάλιστα κεχαρισμένον καὶ ποιεῖσθαι λόγους καὶ λἐγε- σθαι.

θαυμάζω δέ, εἰ μὴ πρὸς ὑμᾶς αὐτοὺς ἐλο- γίσασθε, τί τὸ κεκινηκὸς τουτονὶ τὸν νόμον, καὶ πά- λιν, εἰ μὴ λογισάμενοι τοῦτ’ αὐτὸ κατείδετε, καὶ πάλιν, εἰ μὴ κατιδόντες ἀντὶ τοῦ τὴν ἡσυχίαν ἄγειν ἢ μά- χεσθαί γε τοῖς τούτων αἰτίοις ἐτολμήσατε λόγου μνη- μονεῦσαι πρὸς ἐμέ.

εἰ δ’ οὖν οὔτε ἐζητήσατε οὔτε εὑρήκατε, λανθάνει δὲ ὑμᾶς τὰ παρὰ τῶν εἰς ἡμᾶς ἀδίκων, οὐδ’ ὑμῖν ἔνι διαφυγεῖν τὸ μὴ ταῦτα ἀδικεῖν,

  • C = Codex Chisianus
  • Α = Codex Augustanus Monacensis gr. 483
  • Ρ = Codex Palatinus 282
  • V = Codex Vindobonensis
  • U = Codex Urbinas gr. 126
  • Ι = Codex Marcianus XCI 2
  • Β = Codex Barberinus
  • Ferr = editio Ferrariensis
  • Mor = editio Morelliana
  • Re = Reiskius
  • [*](10 αὐτοὶ Sintenis 11 μὴ cancellavit Re Anim 14 ἡμᾶς scripsi e VIB cum Gasda et Sint ὑμᾶς CAU et Ρ sed in hoc ὑ m4 in ras et edd)
    269
    εἰ δέον ἐγρηγορέναι Ι καθεύδετε καὶ δέον εἰδέναι R 197 τῶν περὶ ἡμᾶς ἕκαστον ἠγνοήκατε, καὶ ταῦτα ἐν ταὐτῷ μὲν χωρίῳ διατρίβοντες, συνόντες δὲ καὶ λαλοῦντες καθ’ ἡμέραν ἀλλήλοις καὶ οὐ μᾶλλόν γε ἕκαστος αὑτὸν ἢ τὸν πέλας εἰκότως ἂν ἐπιστάμενοι. οὐ γὰρ ἀπραγ μοσύνης τοῦτ’ ἂν εἴη μᾶλλον ἢ περὶ ἡμᾶς ἀμελείας.

    4. Διαλέξομαι τοίνυν ὑμῖν ὡς οὐδὲν τούτων ᾐσθη- μἐνοις, ὃ τίς ἂν πιστεύσειεν;

    Εἰ μὲν οὖν ἀργίᾳ καὶ ῥᾳθυμίᾳ σιωπῶν ἠλεγχόμην,. ᾐσχυνόμην ἂν κακοῦ τινος ἀνδραπόδου νόσημα τοῦτο 10 ἡγούμενος, ᾧ τὸ κεῖσθαι καὶ ἢ μηδὲν ἢ μικρὰ κινεῖ- σθαι ἑορτῶν ἡ μεγίστη.

    νῦν δὲ τίς οὐκ οἶδεν, ὡς ἐν αἰτίαις μέν εἰμι παρὰ τοῖς φίλοις ἐπὶ τοῖς ἐν γήρᾳ πόνοις, τὸ ἀεί τι πλάττειν καὶ συντιθέναι λόγον λιτος ἥδιον ἄγων, καὶ τῆς περὶ τὰ ἄρθρα νόσου τοῦτ’ 15 ἔστι τὸ δεινότατον, ὅτι κωλύει γράφειν. τίνος οὖν εἵνεκα πολλοῖς λόγοις ἔχων πληροῦν τὸν νόμον οὐκ ἐβουλήθην, ἀλλ’ οἱ μὲν εἰδίν, ἐγὼ δὲ οὐ δεικνύω;

    6. Ἴσως μέ τις ὀίεται τὴν περὶ τὰς ἀμοιβὰς ἐρεῖν ἀδικίαν. ἱκανὸν μὲν καὶ τοῦτο πρὸς ὀργὴν ἄνθρωπον 20 ἀγαγεῖν καὶ ποιῆσαι σιωπᾶν, νέος χρήματα Ι παρὰ R 198 τοῦ πατρὸς λαμβάνων, ὡς τῷ σοφιστῇ κομιῶν, ὧν τὰ [*](2 ὑμᾶς Ι 3 λαλοῦντες et 4 ἀλλήλοις scripsi coll 219,2; 211, 3 R καλοῦντες et ἀλλήλους libri edd 4 καθημέραν PVI | αὑτὸν Ρ sed ‘ m2 in ras αὐτὸν I 6 ἂν om B et fortasse delendum 6 voce ἀμελείας A fol 5 desinit; quae sequuntur us- que ad φαίητ’ ἄν p. 274, 4 uno folio amisso perierunt 10 νό- σημα om I 12 οἶδεν scripsi cum Sinteni εἶδεν libri edd 14 τὸ] ποιεῖν IB τὸ δ’ — ἄγω coni Sintenis 17 εἵνεκα reposui e libris ἕνεκα edd 18 ἠβονλήθην IB 21 παρὰ τοῦ πατρὸς λαμβάνων] παρά του προσλαμβάνων Mor 22 γρ κομιῶν P3 supra κομίσων κομίσαι IB et Wesseling Diodor. Sic. t. II p. 581 Ι ὃν del Cobet Mnem. V 104 (Coll. 100) τα I et in τὰ corr P3)

    270
    μὲν εἰς πότους ἔτρεψε, τὰ δὲ εἰς κύβους, τὰ δὲ αἰδοί- οις ἔδωκε θρασυτέροις ἔστιν οὗ τοῦ νόμου· ἔπειτα πρὸς αὑτὸν ὀνειδίσας τὴν ἀναίδειαν εἰσπηδᾷ, κέκραγεν, ἀπειλεῖ, τύπτει, πάντας ἡγεῖται καθάρματα, μισθὸν ἀξιοῖ νομίζεσθαι τὴν εἴσοδον αὑτοῦ.

    τῷ πένητι δὲ καὶ συγγνώμη καὶ μέμψις· τὸ μὲν γὰρ μὴ διδόναι τοῦ μὴ δύνασθαι, τὸ δὲ συντεταγμένους τοῖς ἑτέροις μετ’ ἐκείνων ὑβρίζειν ποῦ φορητόν;

    εἰδὶ δὲ οἳ καὶ λον ἐκείνων παροινοῦσιν, ὡς ἐν τούτῳ κρύψοντες τὸ μηδὲν τεθεικέναι, εἶτ’ ἐκείνοις ὑποπεπτωκότες τὸν μὲν χρόνον εἰς τὴν καλὴν ταύτην κολακείαν ἀναλίσκουσιν, ἀπελθόντες δὲ οἱ μὲν αὐτῶν οὐδὲ ἴσασι τὸν σοφιστήν, οἱ δ’ ὅ,τι καὶ δύναιντο, ποιοῦσι κακῶς.

    [*](R 199)

    9. Ἄλλος μὲν οὖν ἂν καὶ ταύτην ἐποιήσατο Ι τοῦ μὴ λέγειν αἰτίαν, οὐκ ὀκνῶν βοᾶν, ὡς ἀμύνοιτο τοὺς τοιούτους τῷ μὴ πάντα παρέχειν· ἐμοὶ δέ, πάλαι γὰρ ἐθάς εἰμι τοῦ μὴ λαμβάνειν, ἴσως μὲν ἀμφοτέρους ζημιῶν, τόν τε οὐ διδόντα τόν τε οὐ λαμβάνοντα, πα- λαιὸν δ’ οὖν τοῦτό γε καὶ ταύτῃ συγκεχωρημένον. τὰ μὲν οὖν περὶ ἀργύριον οὐκ αἴτια τοῦ μὴ τὰς τῇδε συνουσίας κατακλυσθῆναι λόγῳ.

    [*](1 Od. o 373)[*](1 αἰδοίοις] τὴν παιδεραστίαν διὰ τούτου αἰνίττεται CfP 16 οὐ καλῶς ἀποδέδοται V)[*](1 bis τὰ I et in τὰ corr P3 3 αὐτὸν PIB Ι ὀνειδίσας Mor Re ἀναιδέσας libri (ἀναιδεύσας V, cui in marg est: κακὸν τοῦτο) et Ferr Ι ἀνανδρίαν Re 5 αὑτοῦ scripsi αὐτοῦ libri edd 6 καὶ prius om Re Ι μὴ inser P2 7 ad δύνασθαι Mor in marg ἴσως συγγνωστόν Ι τοὺς ἑτέρους IB 8 πῶς ? 9 ἐκεῖνον I Ι κρύψαντες IB 10 τὸν] νῦν IB 13 ὅτι IB 14 ἄλλως I 17 μὴ om B 20 αἰτία PVUIB ἡ in τῇδε in ras P2 τῆτες IB 21 κατακλεισθῆναι UIB et P sed in hoc εἰ in ras m4)
    271

    10. Τί οὖν, εἰ μὴ ταῦτα; οὐχ ὁρῶ τοὺς νέους ἅπαν- τας ἐρῶντας τῶν ἐπιδείξεων οὐδὲ εἰδότας, ὅ τι ἐστὶ τὸ ἡμέτερον. καὶ τούτου λαμπρὰν ἐποιήσαντο τὴν ἀπό- δειξιν ἦρί τε καὶ χειμῶνος κἀν τοῖς ἐν ἑκατέρῳ λό- γοις.

    σκοπεῖτε δέ· καλεῖν κελεύω τοὺς νέους ἐπ’ ἀκρόασιν. δραμὼν ὁ παῖς τοῦτο ποιεῖ. οἱ δ’ οὐ μοῦνται τὸν ἐκείνου δρόμον, ὅν ἔδει τῷ παρ’ αὑτῶν καὶ νικᾶν, ἀλλ’ οἱ μὲν ἐν ταῖς ᾠδαῖς μένουσιν, ἃς ἴσασιν ἅπαντες, οἱ δ’ ἐν φλυαρίαις, οἱ δ’ ἐν γέλωσι, τῆς δὲ ἐν τούτοις βραδυτῆτος παρὰ τῶν ὁρώντων κατηγορουμένης εἴ ποτε καὶ γνοῖεν εἰδελθεῖν, κατὰ τὰς νύμφας βαδίζουσιν ἤ, τό γε ἀληθέστερον, κατὰ τοὺς ἐπὶ τῶν κάλων ἰόντας, πρίν τε εἴσω θυρῶν εἶναι καὶ εἰσελθόντες, ὥστ’ εἶναι τοῖς Ι καθημένοις ἀγανακτεῖν [*](B 200) οὕτω βλακεύοντας ἀναμένουσι νέους.

    καὶ τοιαῦτα μὲν τὰ πρὸ τοῦ λόγου, λεγομένου δὲ ἤδη καὶ δεικνυ- μένου πολλὰ μὲν νεύματα πρὸς ἀλλήλους ὑπὲρ χων καὶ μίμων καὶ ἵππων καὶ ὀρχηστῶν, πολλὰ δὲ ὑπὲρ μάχης ἢ γενομένης ἢ μελλούσης.

    ἔτι τοίνυν οἱ μὲν ἑστᾶσι, λιθίνοις ἐοικότες, καρπῷ καρπὸν ἐπι- βάλλοντες, οἱ δ’ ἑκατέρᾳ χειρὶ τὰς ῥῖνας ἐνοχλοῦσιν, οἱ δὲ κάθηνται τοσούτων ὄντων τῶν κινούντων, οἱ [*](21 cf. Scriptt. physiogn. II 134, 15) [*](1 ἅπαν Ι πάντας U 2 οὐδ’ PNIB Ι ὅτι PIB 3 ἀπό- δειξιν scripsi ex UIB reliqui ἐπίδειξιν 4 ἦρος V Ι κἄν τοῖς V 6 οἴ P (acutus tamen m3 in ras) et V 7 αὑτῶν scripsi αὐτῶν libri edd 9 1)18 οἴ Ρ (acutus tamen in ras) et V Ι γέλωσιν Β 10 δ’ Re Ι περὶ I 11 ποτ in ποτε ab- reptum et m. rec. (p) suprapos C 12 ἀληθέστερον εἰπεῖν V 19 γινομένης I 20 λίθινοι I λίθοις Gasda ἀωδριάσι λιθίνοις coni Mor | ἑοικότες Β ἐοικότες Ι | καρπὸν καρπῶ ΙΒ 21 οἵ P (acutus m3) et VI | ἑκατέρα τῆ χειρὶ Ι | ἐνοχλοῦντες Re)

    272
    δὲ βίᾳ καθίζουσι τὸν κεκινημένον, οἱ δ’ ἀριθμοῦσι τοὺς ἐπεισερχομένους, τοῖς δ’ ἀρκεῖ πρὸς τὰ φύλλα βλέπειν, τοῖς δὲ λαλεῖν ὅ τι τύχοιεν, ἥδιον ἢ παρέ- χειν αὑτοὺς τῷ ῥήτορι.

    τὰ δ’ αὖ νεανικώτερα, τὸν γνήσιον τῷ νόθῳ βλάψαι κρότον καὶ βοὴν χωλύ- σαι προελθεῖν καὶ διὰ τοῦ θεάτρου πορευθῆναι παν- τὸς ἀφέλκοντα τῶν λόγων ὁπόσους οἷόν τε, νῦν μὲν ἀγγελίαις ἐψευσμέναις, νῦν δ’ ἐπὶ λουτρὸν κλήσει τὸ πρὸ ἀρίστου, δαπανῶνται γὰρ δὴ καὶ τὰ τοιαῦτά τινες. οὔτ᾿ οὖν ὑμῖν, ὦ κακοὶ νέοι, κέρδος οὐδέν, ὥσπερ οὐδὲ τοῖς ἀποῦσιν, οὔτε τῷ λέγοντι τό γε ἐφ’ ὑμᾶς ἧκον, ὅταν ὅς μόνος ἐστὶ μισθὸς ἐπιδείξεων, τοῦτον οὐκ ἔχῃ.

    15. Καὶ οὐκ ἄν με φαίη τις συκοφαντεῖν καὶ νῦν αἰτίαν οὐκ οὖσαν ἐπιφέρειν· εὐθὺς γὰρ ἂν ἐν αὐτοῖς τοῖς πραττομένοις ὀργῇ χρήσασθαι καὶ λόγοις ὀργιζο- μένου κατὰ τῶν ἀδικούντων. ἴστε γὰρ δὴ πολλάκις τοῦτό μοι πεπραγμένον καὶ ὡς ἐκέλευσα βοήσας οὐκ [*](R 201) ὀλιγάκις | ἐπιθέντα τινὰ τῷ τοῦ ῥᾳθυμοῦντος αὐχένι τὴν δεξιὰν ἐκρίψαι· εἰ δὲ μὴ γεγένηται, τῶν δεηθέν- των τοῦτο.

    16. Τοῦ μὲν οὖν ἁμαρτάνειν ὑμᾶς εἰς ἐμὲ πίστις ἃ νῦν διῆλθον. τῶν δ’ ἡνίκα ἤκουον οὐκ ἀξιούντων [*](15 οὐ καλῶς οὐδὲ τοῦτο ἔχει V) [*](1 οἴ PVB 2 τοὺς om Mor 4 αὐτοὺς Ι 5 κωλῦσαι ? cf. p. 90,11 7 οἴονται IB 8 λουτρὸν — τὸ scripsi cum Re Anim qui postea coni λουτρὰ — τὰ λουτροῦ — τοῦ libri edd γρ ἀπὸ λουτροῦ Mor in marg 9 τὰ om V 10 γρ ἡμῖν Mor in marg 11 ἀποῦσι Ι 14 τίς Β | καὶ νῦν] κενὴν ΙΒ 15 οὐκ οὖσαν om IB | γὰρ ἦν ἐν coni Mor 18 ἁ in βοήσας in ras Ρ4 20 ἐκτρίψαι ΙΒ 22 οὖν inser P3)

    273
    προσέχειν ἦν δήπου τὸ μηδὲ ἐν τῇ ψύχῃ μηδὲν τῶν εἰρημένων ἀποφέρειν.

    οὗ τοὐναντίον ἦν ἐπὶ τῶν πρὸ ὑμῶν ἐνταυθοῖ νεμομένων· ἄλλος ἄλλου του με- μνημένος ἀπῄει, εἶτα συνελθόντες συναρμόττειν καὶ ποιεῖν ἐπειρῶντο τὸν λόγον κἀν τοῖς διαφεύνουσι σφᾶς οὖσιν οὐ πολλοῖς ἠνιῶντο, ἦν τε αὐτοῖς ἒν ἔργον τά ἑψημένα μέχρι τριῶν ἢ καὶ τεττάρων ἡμερῶν οἴκοι τε πρὸς τοὺς πατέρας Καὶ πολὺ πλέον ἐνθάδε.

    ὑμεῖς δὲ | ἐπὶ τὰ ᾄσματα πάλιν, ὧν ἄριστα ἀπομνημο- R 202 νεύετε, λήθῃ τὸν Δημοσθένη παραδόντες ὁμοίως ἅ τε τελευταῖα γέγραπται καὶ ἃ πρῶτα. κἂν κἂν τις ὑμᾶς, εἰ εἴποιμι καὶ ὅ τι, τὸ μὲν ὡς εἶπον, ἀκούσεται, ὅ τι δὲ τοῦτό ἐστιν, οὐκ ἔτι.

    19. Νὴ Δία, χείρων γὰρ ἐγὼ νῦν, καὶ τὰ νῦν οὐκ ἴσα τοῖς πρότερον. ἀλλ’ οὐ ταῦτά φασιν οἱ οὔπω τε γέροντες οὗτοι καὶ γέροντες, οἱ μὲν ἔτ’ ὄντες ἐν τῷ συνδικεῖν, οἱ δὲ δι’ ἐκείνων τῶν ἄθλων ἐπὶ τοὺς τῶν ἀρχῶν ἥκοντες, οὓς οὐδὲ μικρὸν ἐᾷ καθῆσθαι τῶν λεγομένων ἕκαστον. ὧν ἔστιν ἀκούειν βοώντων ὑπ’ ἐμαυτοῦ με νενικῆσθαι· καλῶν γὰρ γὰρ ὄν- των τῶν προτέρων εἶναί τι πλέον ἐν τοῖς νῦν καὶ τὸ γῆρας οὐ διακωλύειν.

    οὐ τοίνυν ὑμῖν ἔστιν ἐπί [*](3 ἐνταυθὶ I edd | ἄλλου IB 4 ἀπελθόντες Re | καὶ ἔνα ποιεῖν Re Anim 6 οὖσι πολλοῖς B 7 ᾑρημένα Ferr Re | ἀκαγγέλλειν post εἰρημένα inser Kayser Philostr. II p. VI ed. Teub., ἀναφέρειν post πατέρας coni Mor | ν in τριῶν in ras P4 καὶ om B 9 <ἴτε> ? 10 Δημοσθένην IB 12 καὶ Ι | ὅτι IB 13 ὅτι IB | οὐκἔτι P οὐκ ἔστι IB 14 νῦν ἐγὼ I 15 πρό in πρότερον abreptum et m. rec. (p) suprapos. C προτέροις Re 16 οὔπω τε scripsi auctore Re οὔπω τότς CPVU edd οὔκοτε IB 17 ὄν in ὄντες in ras P4 | ν τ in . ἐν τῷ in ras 18 num τοὺς <θρόυς> ? 20 λεγόντων Ι με in marg B2 om edd | κεκινῆσθαι Re Anim 21 num πρότερον, ut 1. 15 ?)

    274
    τι τοιοῦτον καταφυγεῖν· ὁ γὰρ παρ’ ἐκείνων ἔπαινος μαρτυρίαν ἔχων τοῦ κρείττονος ὑμᾶς ἀποκλείει τῶν κατὰ τῶν λόγων μέμψεων. οὐ γὰρ δὴ δεξιώτεροι φαίητ’ ἂν ἐκείνων εἶναι κρῖναι λόγον· οὓς περι- φανῶς καὶ αὐτοὺς ὑβρίζετε διὰ τῆς ὑμετέρας ἐν τῇ κινήσει τῇ ’κείνων ἡσυχίας. καίτοι χρῆν, εἰ καὶ τυφλοί τινες ἦτε περὶ τοὺς λόγους, ἀντὶ χειραγωγῶν ἐκείνοις χρωμένους κοινωνεῖν τῆς βακχείας.

    ἀλλ’ οὐκ ἐσχή- [*](9) κάτε ψυχὰς νέων ὅ τι ποτέ ἐστιν ὁ σοφιστὴς εἰδότων, | [*](R 203) οἷς ἐν τοῖς ὑπὲρ ἐκείνων πράγμασι καὶ τὸ μὴ σω- φρονεῖν καλόν. ὁ γοῦν εἰπὼν αὐτοὺς ἐνταῦθα μαί- νεσθαι φίλος, οὐκ ἐχθρός, καὶ κεκόσμηκεν, οὐ διαβέ- βληκεν.

    οἵους ἐγώ τε καὶ πολλοὶ πολλαχοῦ γῆς ἑωράκαμεν τοὺς μὲν τῶν ἴσων ἀξιοῦντας τούτους τε καὶ τοὺς γονεῖς, τοὺς δὲ καὶ μειζόνων τούτους γε, καὶ ταῦτα <οὐκ> ἀγνοοῦντας τοὺς πατέρας τῷ τε τομένῳ χαίροντας καὶ ταῦτα ἐν τοῖς σώμασι τῶν υἱέων ὁρῶντας τεκμήρια τῶν ὑπὲρ ἐκείνων πολέμων, οὐλὰς ἐν κεφαλαῖς, οὐλὰς ἐν προσώποις, οὐλὰς ἐν χερσίν, οὐλὰς πολλαχοῦ. καὶ τουτὶ τὸ φίλτρον τὸ πολύ τε καὶ σφοδρὸν τοῖς οὕτω διατεθεῖσι καὶ συγκατεγήρασε.

    τίνα τίς ὑμῶν ὑπὲρ ἐμοῦ τοιαύτην εἰπεῖν ἂν ἔχοι λειτουργίαν; ποίαν μάχην; ποῖον κίνδυνον; ποίαν πληγὴν; μᾶλλον δὲ ποῖον ῥῆμα; ποίαν φωνήν; ποίαν ἀπειλήν; ποῖον βλέμμα;

    οἳ τὰς μὲν γνώμας [*](4 ab ἐκείνων rursus inc. Α (fol. 7) 7 τ in ἦτε in ras P4 9 ἐστι σοφιστὴς IB 10 ὡς ΙΒ | ἐκείνου ? 11 γ’ οὖν Α | μαίνεσθε I μένετε Β 12 κεκόσμηκεν e καὶ κόσμηκεν corr m. rec. (s) C 16 οὐκ inserui auctore Re om libri execpto V qui τὰ οὐ in ras 2 litterarum habet, et edd | ἀκούοντας Sintenis αἰνοῦντας vel ἐπαινοῦντας MSchmidt Philol Χ 590 | ἃς in πα- τέρας in ras Cv 17 υἱῶν IB 20 τε om I 21 συγκατε- γηράσατε Β 23 ἔχη B 25 μὲν μὲν Β)

    275
    ὑμῶν ἀπεσχίσασθε τοῦ σοφιστοῦ, μερισθέντες δὲ εἰς ἄλλους θρόνους καὶ προσηγορίας, μεταθέντες ἐκεῖσε τὰ χρέα τὸν μὲν ἀδικεῖτε τῶν δὲ προβέβλησθε πάντα φθεγγόμενοι, πάντα ἐργαζόμενοι, πάντα χαρι- [*](4) ζόμενοι, τὰ δεύτερα | πρότερα καταστῆσαι βιαζόμε- [*](R 204) νοὶ, μέγα ποιούμενοι τὰς δι’ ὑμῶν ἀποστάσεις τῶν νέων καὶ τὸ ὅτῳ συντέταχθε, τοῦτον αὐξῆσαι ταῖς εἰς ἑτέρους βλάβαις.

    ὑπὲρ δὲ τῶν ἐμῶν τοσοῦτ’ χετε τοῦ τινα πόνον ὑπενεγκεῖν, ὅσον οὐδ’ ἂν εὔξα- σθαι. καὶ οὐκ ἀρκεῖ τοῦτο, ἀλλ’ ἤδη καὶ καταρᾶσθε.

    πόθεν τοῦτο πέπεισμαι; δύο τοῖς μεγίστοις σημεί- οις, λύπῃ τε τῇ παρὰ τῶν ἐμῶν ἀγαθῶν ἡδονῇ τε τῇ παρὰ τῶν δυσκόλων. ἢ οὐ ταῦτα ποιεῖτε νέων τῶν μὲν προστιθεμένων, τῶν δὲ ἑτέρωσε πλεόντων; διὰ ταῦτ’ ἄρα προσήκει με ἐρεῖν;

    27. Πάντες οὖν, φήσει τις, κακόνοι, χρηστὸς δὲ οὐδεὶς οὐδὲ δίκαιος μαθητής; ναί· ἀλλ’ οἱ | τοιοῦτοι μὲν εὐαρίθμητοι, τὸ μοχθηρὸν δὲ πολύ. εἰ [*](R 205) δ’ οὕτω τοῦτ’ ἔχει, μᾶλλον τὸ μὴ λέγειν δι’ ἐκείνους εὔλογον ἢ διὰ τούτους τὸ λέγειν εἰ μὲν γὰρ ἐνῆν ἰδίᾳ τούτοις χαρίσασθαι, πλείστου τοῦτ’ ἂν ἐτιμησά- [*](12 ἡ παρὰ ἐπὶ ἐμψύχου· τοῦτο δὲ οὐκ οἶδα ὅπως ἐπῆλθε τῷ ῥήτορι εἰπεῖν V) [*](1 ἀπεσχίσατε V ἀπεσχίσασθαι I 3 τὸν I 4 πάντα χαριζόμενοι om C 5 πρῶτα I 7 συντέταχθε A sed in marg γρ συντέτα (reliqua abscisa sunt) et P sed αχθε in ras m3 συντέτακται UI | τούτων ἁ 8 ἑταίρους Β | τοσοῦτον I 9 ἐπενεγκεῖν I | ὅσον οὐδ’ scripsi auctore Re Anim ὅσω δ’ CAPV Ferr ὅσῳ γ’ Mor ὥστ’ οὐδ’ UIB et γρ in marg A et Re | εὕξαισθε Ρ sed αἰ in ras m2, U et γρ in marg Α Re εὔξεσθε ΙΒ 11 δυοῖν V 13 ἀρὰ τ in παρὰ τῶν in ras m. rec. (p) C 14 προτιθεμένων I | ἑτέρωσε om ΙΒ 21 ἑ ιμησάμην cum rasura duarum vel trium ltterarum U)

    276
    μην· ἐπεὶ δὲ ἀμήχανον, ἐνεγκάτωσαν οἱ βελτίους, εἰ μὴ δύναμαι δοῦναι χάριν ἣν ἐβουλόμην.

    28. Ἀλλ’ ἐγὼ δώσω πόλιν ἀφορμὰς εἰς ὅμοια τοῖς καταράτοις τούτοις, δι’ οὓς ἔναγχος ἐν ἐγκλήμασιν οὕτω δεινοῖς γέγονα περὶ νέων ἀκοσμέας, ὦ Ζεῦ ούτους ἀκούων λόγους παρὰ τῶν ὡς μάλιστα των τῷ τι καθ’ ἡμῶν ἔχειν λέγειν. καὶ εἰ μὲν μετὰ ἀληθείας αἰτιῶνται, λέγειν οὐκ ἂν δυναίμην, ἔδει μέντοι τῷ λίαν σωφρονεῖν ἅπαντας μηδὲ σκιὰν εἶναι μέμψεσιν.

    29. Ἠν ἀνάγκη μεγάλη ταῖς γενομέναις αἰτίαις ταῖς πυκναῖς ἐπιδείξεσιν, ὅτ’ ἔδει μὲν τὸν φιλάνθρωπον βασιλέα τῶν παρ’ ἡμῶν δικαίων τυχέν, ἔδει δὲ πυθέ- σθαι πατέρας, ὡς ἐν ἔργῳ τε ἡμεῖς καὶ αὖ κατενεχθέν- τες τῷ μεγέθει τῶν κακῶν ἐν ἀφωνίᾳ κείμεθα.

    νῦν δ’ οὐχ ὁρῶ τὸ ποιοῦν τὴν ἐπίδειξιν. καὶ γὰρ αὖ κἀκεῖνο. μὴ καλῶν μὲν οὓς εἰώθειν, λυποίην ἂν οὓς | [*](R 206) οὐ κάλλιον· καλῶν δὲ μᾶλλον ἂν ἐμπείρους ποιοίην τῆς ὑμετέρας κακίας, οἱ δ’ οὐκ ἂν ἀπελθόντες σιγῷεν. τί οὖν δεῖ τὰ τῇδε μᾶλλον ἔκδηλα ποιεῖν;

    31. Καίτοι μετὰ τῶν ἐπιεικεστέρων, φαίη τις ἄν, ᾔτουν κἀκείνων τινὲς τὸν λόγον. οἱ δὲ ᾔτουν μέν, ᾔτουν δὲ τῇ γλώττῃ μόνον, ἡ γνώμη δὲ οὐ ταῦτα ἐβούλετο. ἐγὼ δὲ οὐχ οὕτως ἠλίθιος, ὃς μακροῦ χρό- [*](11 Cf. or. XIX. ΧΧ t. I 626 sq. R. Zosim. IV 41) [*](1 δ’ UB Re 2 ἣν ex ἦν corr in. rec. A πάλιν δώσω Ι 6 περὶ Ι 7 ἑ APIB | μετ’ ἀληθείας ΙΒ 10 ἢν Ι | μεγάλη om ΙΒ | γινομέναις V | <ἐν> αἰτίᾳ πυκναῖς ? | γενομένας αἰτίας διαλύσασθαι coni Re 13 ἡ in ἡμεῖς in ras Β2 17 δὲ οὓς μαλλὸν Ι 18 ἡμετέρας Ι | οἴ APVIB | σιγῷεν scripsi cum Gasda σιγῶσι libri edd 20 τίς Α 21 κἀκεῖ- νον Ι | δ’ Re 22 ταυτὰ ΙΒ)

    277
    νοῦ καὶ πραγμάτων τοσούτων ἰσχυρότερον ποιήσασθαι ταύτην τὴν παιδείαν.

    32. Τίς οὖν ἔσῃ, φησί, περὶ τουτὶ τὸ μέρος, εἴ σε θεῶν τις ἐφ’ ἕτερον ἔτος ἄξει; εἰ μέν τι γένοιτο βέλτιον, μέγιστον δὲ ἡ τύχη, τοῖς πράγμασιν ἕψομαι· εἰ δ’ ἅπερ νυνί, μένει, τοῖς αὐτοῖς δήπου χρή- σομαι σκοπῶν, ὅπως δι’ ἄλλης ὁδοῦ πλεονεκτεῖν ὑπάρ- ξει τοῖς σώφροσιν.

    33. εἶτα θαυμόσεταί τις, εἰ παρὸν ἀπηλλάχθαι τοιούτων ὁμιλητῶν, ζῆν ἐν ἀθυμίᾳ κω τοιούτοις αἱροῦ- μαὶ κακοῖς. ἀλλὰ τί δράσω; τοὺς μὲν ἀπελάσω, ποιήσω δὲ τὸ περὶ ἐμὲ βραχύ; καὶ πῶς ἂν μᾶλλον ἡσθείη Πρίαμός τε καὶ οἱ ἐκ τούτου; οἳ τέτανται πρὸς ἐμὲ βουλόμενοι τοῦτ’ ἰδεῖν, ὀλίγοις ἐφεστηκότα ἐμὲ καὶ [*](14) τὴν ἀρχὴν ἐλάττω. | εἶδον δέ γε καὶ στρατηγὸν φαύ- [*](R 207) λων μὶν ἡγούμενον στρατιωτῶν, πείθοντα δὲ αὑτὸν ἀνέχεσθαι, τοῦ μὴ τῶν πολεμίων γενέσθαι τούτους προνοούμενον.