Oratio 2

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

οἷς οὐκ ἐξαρκεῖ τὰ ἡμέτερα ἔχειν, ἀλλὰ κἂν αἰτιάσηταί τις τὴν Τύ- χην, θυμοῦνται, καὶ βαρὺς ὁ μεμψάμενος· τὸ γὰρ εἰς τοῦθ’ ὑμᾶς ἥκειν παρρησίας, ὄντας οἷοίπερ ἐστέ, πῶς οὐ πάνδεινον;

εἰ δὲ γεωργὸς ὢν ἀεὶ σπείρων οὐδὲν κομιζόμενος κατεβόων τῶν ἐτῶν τῶν τὸ μὲν λαβόντων, τὸ δὲ οὐ δεδωκότων, ὀχληρὸς ἂν ἦν τοῖς ταῦτα καθ’ ἕκαστον ἔτος ἀκούουσι; καὶ πῶς ἐνῆν μὴ θρηνεῖν ἐν αὐχμοῖς καὶ ἐπομβρίαις καὶ νοσήμασιν ἄλλοις καὶ τῇ περὶ τὴν σπορὰν αὐτὴν ζημίᾳ;

ἀλλὰ μητρὸς μὲν τηκομένης μήκεσι νόσων ἔδει κλάειν, πατρίδος δέ, ἣ καὶ πρὸ τῆς μητρὸς ἂν εἴη, κακῶς διακειμένης ἑορτά- ζειν ἐχρῆν; ᾔδειν ἀρέσκοντα ποιῶν τοῖς λαχοῦσιν αὐτὴν δαίμοσι, τοῦτο δὲ ἠπιστάμην δίκαιον ὄν. δίκαια τοίνυν ποιῶν οὐκ ἠδίκουν.

[*](1 κατακλείει VI Fabr | μέ τις] μέμψις Β | ὑπὲρ om UI 2 ἀτυχίαις Fabr | αὐτὴ CAPBMV Re 3 οἱ edd | αὐτῶν APBUMo Fabr 4 οἴκους, εἰ corr ex οἰκοῦσι C n οἰκοῦσι A et Μο in marg γρ οἴκους Α in marg | δὴ corr in δεῖ C n et I2 δεῖ PV | οὑς ους οἴκους in ras Ρ4 6 οὐ ante τρέμοντες inser edd 11 δὲ] δέ τις Fabr | post ὢν rasura quattuor litterarum in Ι 12 κατεβόα Fabr | νειῶν M Schmidt Philol. Χ 590 13 καθ’ ἕκαστον ἰτὸς] κατ’ ἰτὸς Fabr 14 ἰτὸς om UI 16 τὴν σπορὰν] τὸν σῖτον Ι et U sed in hoc ῖτ eras | αὐτὴ U αὐτὴ ΒΙΜο αὐτὴ Μ 17 κλαίειν Fabr κλᾴειν Re 18 πρὸς Μο | διακειμένην Β 20 δαίμοσιν CABM | δ’ Re τ’ coni Monnier)
261

70. Ἓν μὲν τοῦτο τοσοῦτον ἔπειθε λέγειν, ἕτερον δὲ οὐκ ἔλαττον· ἤλπιζον δράσειν τι τὸν λόγον καὶ ἰάσεσθαι καὶ ἐπανορθώσειν | ἑτέρων πρὸς ἑτέρους [*](R 195) αὐτὸν φερόντων, ἕως εἰς ὦτα τοῖς βασιλεῦσιν ἀφίκοιτο.

δεδυστύχηται δέ μοι καὶ τοῦτο τὸ μάτην με ταῦτα ἐλπίσαι. περὶ παντὸς γὰρ μᾶλλον διαλέγονται τοῖς βασιλεῦσιν οἶς τούτου μέτεστιν ἢ τῶν τηλικούτων, καὶ τὰ συμφέροντα ὑπερβάντες ἀφ’ ὧν χαριοῦνται λέγουσι.

καὶ τί δεῖ τοῖς ἄλλοις ἐπιτιμᾶν; οὐδ’ αὐτόν ἐκί- νησα τὸν ὕπαρχον εἰς φροντίδα τῶν βουλῶν εἰπών, ὃ τίνα οὐκ ἂν ἐπεσπάσατο;) ὅτι τὸ γένος τοῦτο λείψει παίδων βουλευταῖς οὐκ ἐσομένων, γάμων αὐτοῖς οὐ γιγνομένων, τοῦ βουλεύειν κακῶν εἶναι δοκοῦντος ἐσχάτου.

ὁ δ’ ἐλέγχειν μὲν οὐκ εἶχέ μοι τὸν γον, εἰπὼν δὲ κακῶς τρεῖς ἢ τέτταρας τῶν πολιτευο- μένων σὺν ὀργῇ μεγάλῃ πᾶν ὃ προσῆκεν ᾤετο πεπλη- ρωκέναι καὶ τῷ τρυφᾶν πάλιν αὑτὸν ἔδωκε.

74. Τί οὖν λοιπόν; εὔχεσθαι τοῖς θεοῖς χεῖρα ὀρέ- ξαι καὶ τοῖς ἱεροῖς καὶ τοῖς γεωργοῖς καὶ ταῖς βουλαῖς καὶ τῇ τῶν Ἑλλήνων φωνῇ καὶ τὰ μὲν οὐ δικαίως [*](20 cf. p. 178,7 sq.) [*](1. ὂν post τοσοῦτον inser Re Anim | ἔπαθε U | ον in ἕτερον in ras P4 2 τι ΑΡΒΙ τὶ Μο 3 ἰάσεσθαι Ι sed ἰ et σεσθαι in ras m2 et U sed ε in lacuna ἰάσασθαι Μ ὸ 4 ἀφίκηται V 5 τῶι Α τῷ Re 7 τούτου in τοῦτ’ οὐ corr I2 τούτων ? an | μέλει? 11 ἂν om Fabr 13 οὐ in ras I2 ου U | γινομένων VUI | κακὸν U et in κακῶν corr I2 | δοκοῦντες Μο 14 ἐσχάτου in marg, ἔσχατον in textu Μο ἐσχάτου ex ἔσχατον corr I2 | μοι om UI Fabr 17 τρυ- φᾶν scripsi auctore Re γράφειν libri edd | αὑτὸν ex αὐτὸν corr I2 18 εὔχεσθε U et ι sed in hoc ε ultimum in ras m2 | ὀρέξειν ΒΜ)

262
ηὐξημένα μικρὰ ποιῆσαι, τὰ δὲ ἀδίκως καταφρονούμενα τὰ αὑτῶν κομίσασθαι δοῦναί τε ἀφορμὰς ἐμοὶ χαρᾶς ἀντὶ τῆς νῦν ἀνίας.

[*](3 ἀλλ’ ἡ ἀνία οὐ νῦν μᾶλλον ἢ ἀπελθόντι τηρηθήσεται κἀπὶ μεγίστοις τηρηθήσεται θεὸν μὴ γνόντι (καὶ inser ?) τὴν ὡς θῶς πανήγυριν τῶν δηλαδὴ σεβόντων V)[*](2 αὐτῶν ΒΜΙ ἀυτῶν U | δὲ edd)