Oratio 2
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
τούτοις κεντοῦμαι τὴν ψυχήν, περὶ τούτων οὐ δύναμαι μὴ τὰ δίκαια λέγειν καὶ ἔχω γε τοὺς ἀποδεχομένους, ὥσπερ ὑμεῖς ἀλλήλους ἐν τοῖς καλοῖς συμποσίοις, ἐν οἷς πολλὴ μὲν ἡ χιών, πολλὴ δὲ ὕβρις, αἰσχραὶ δὲ ἅμιλλαι, πονηραὶ δὲ νῖκαι, ται δὲ ἀντὶ τῶν θεῶν οἱ τῶν κακῶν τῶν παρόντων αἴτιοι.
60. Τῷ πολλάκις γάρ, φησί, τοῦτο ποιεῖν βαρὺς εἶ. τὸ πολλάκις δὲ λέγειν ἃ καλῶς ἔχει γειν, τῷ λέγοντι μέμψιν ἂν] ἐνεγκεῖν δίκαιον; καὶ πῶς; ἢ γὰρ οὐ λεκτέα, ἃ μὴ χρῆν, ἢ καὶ πολλάκις, [*](R 192) ἃ προσῆκεν.
| ὁρᾷς, ὡς τοῖς αὐτοῖς κατὰ τὴν ἡμέ- ραν ἑκάστην ἀλλήλους προσαγορεύομεν καὶ οὐκ ἐσμὲν βαρεῖς οὐδὲ λυποῦμεν τοῖς ῥήμασιν, ἀλλ’ ἡδίους ποι- οῦμεν, ὁ δ’ οὐ προσειπὼν ἠτίμασεν. οἱ δὲ περὶ τὰς τραπέζας ὑμῖν ᾄδοντες νέοι καὶ ὑφ’ ὧν τοῖς ᾄσμασι πίνετε, οὐ τοῖς αὐτοῖς ὑμῖν παραπέμπουσι τὰς κύλικας καί εἰσιν ἡδίους αὐτοῦ τοῦ πόματος; πῶς οὖν ἐκεῖνο μὲν οὐ βαρύ, τοῦτο δέ; εἰ γὰρ ἐκεῖνο τοῖς πότοις πρέπει, καὶ τοῦτο ταῖς συμφοραῖς.
οἶδα δὲ ἔγωγε [*](4 Plut. de tuend. san. p. 124 F) [*](6 τοὺς τὸν χριστιανισμὸν εἰσαγαγόντας ὑβρίζει C s) [*](1 τούτους Μο 4 τοῖς— ἐν om V 5 δὲ ἡ? 6 τῶν (3) om ΒΜ 9 τὸ m3 supra τῶ Ρ τωι C τῶι Α 10 ἂν om BMV et cancellavi, ut fortasse ortum e syllaba ultima lectionis variae δικαίαν | ἐνέγκῃ Μο | δίκαιον in marg, in textu δικαίαν Μο ἐνέγκῃ δικαίαν Re 11 ἢ] καὶ Fabr Re, qui tamen coniecit (quod etiam Sintenis proposuit) ἢ γὰρ οὐδ᾿ ἅπαξ (sc. δεῖ λέγειν) λεκτέα scripsi δίκαια libri edd δίκαιον Gasda 12 καθ’ ἑκά- στην ἡμέραν ΒΜ 15 ἠτίμασσεν Re | παρὰ Cobet Mnem. V 104 (Coll. crit. 100) 16 ὑμῶν UI Fabr 17 ἡμῖν V 20 δ’ ΒΜ)
στῆσον τὴν λύμην τὴν περὶ ἕκαστον καὶ στήσεις μοι τοὺς περὶ αὐτῆς λόγους. εἰ δὲ ἐκείνη χωρεῖ, τί μοι τὴν γλῶτταν ἀποφράττεις; αὐτὰ γάρ με κινεῖ τὰ πράγματα πρὸς τὰ ῥήματα· σὺ δ’ ὅμοιόν τι ποιεῖς, ὥσπερ ἂν εἴ τις ἰατρὸς οὐκ ἔχων ἕλκος ἰάσασθαι τὸν ὀδυνώμενον ἐκέλευε μὴ στένειν.
ἀπόδος τὴν παλαιὰν ἰσχύν τε καὶ ὥραν ταῖς πό- λεσι, καὶ τῆς παλινῳδίας ἀκούσῃ. κατάστησον εἰς τὴν ἔμπροσθεν τάξιν τοὺς λόγους, καὶ τότ’ αὐτοὺς ἀπαίτει τοῦ καιροῦ τὴν εὐλογίαν. εἰ δὲ ἡ νόσος βαδίζει καὶ τὸ κακὸν ἀεὶ <μεῖζον> γίγνεται καὶ μικρὰ | τὰ πρὸ [*](R 193) τοῦ πρὸς τὰ νῦν καὶ τιμιώτερα τὰ φαυλότερα καὶ ἀτιμότερα τὰ κρείττω, τί με τὴν φθορὰν ἀναγκάζεις ἐγκωμιάζειν;
65. Μάλιστα μὲν οὖν τὰ τῆς οἰκουμένης ἁπάσης ἐμαυτοῦ νενόμικα, βελτίω τε καὶ χείρω, καὶ γίγνομαι τοιοῦτος, οἷον ἄν με ποιῶσιν αἱ ἐκείνης τύχαι, μισεῖσθαι δὲ ὁ φιλῶν τὴν οἰκουμένην οὐκ ἄξιος.
εἰ δ’ οὖν [*](21 ταῦτα οὐ καλῶς ἔχει V) [*](1 τισιν e τι corr I2 | θανόντας UI 3 ᾐσθῆσθαι ex ἠσθῆσθαι corr I2 ἡττῆσθαι Gasda, fortasse recte | συνεκ in συνεκβεβιωκέναι in ras P3 συμβεβιωκέναι Α γρ in marg, VUIMo Fabr 5 αὐτῆς Ρ sed ῆ ex οὺ corr m4 et Μ sed αὐτ in ras m2 6 ἀποφράττεις scripsi ἀποστρέφεις libri edd 8 ἰατρῶν UI | ω in ἔχων in ras Ρ4 14 μεῖζον ego ante, Fabr post γίγνεται, Gasda κάκιον ante ἀεὶ inser 16 ἐπαινεῖν ΒΜ 19 γίνομαι BMVUI 20 ποιοῦσιν ΒΜ 21 ου in οἰκουμέ- νην ex ο corr Ρ3 | οὐκ in rasura quattuor vel quinque littera- rum Ρ3 οὐκ ἂν BMV et Α γρ in marg | ἄξιος εἴη ΒΜ)