Oratio 2

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

πικρὰ δὲ καὶ ἡ γῆ τοῖς ποσὶν ὑπο- δημάτων ἀπορίᾳ· δεῖ γὰρ δὴ καὶ εἰς γύναιον ἀναλί- σκειν καὶ παῖδας, ἔστι δὲ ἑκάτερον ἑκάστῳ καὶ οὔτε τοὺς γάμους κωλύουσιν οὔθ’ ἥ τις ἂν γένοιτο τροφὴ καὶ ταῖς τικτούσαις καὶ τοῖς τικτομένοις, σκοποῦσι. τεμνομένου τοίνυν εἰς τοσαύτας τομὰς τοῦ σίτου τῷ στρατιώτῃ πόθεν ἐκείνῳ κόρος; ἡ δὲ ἀπὸ τούτου βλάβη ζημία τῷ πολέμῳ καθίσταται.

ἀλλ’ οὐκ ἐν ἐκεί- νοις τοῖς καιροῖς οὓς ἐπαινῶ, ταῦτα ἦν, ἀλλ’ εὐδοξίας μὲν ἀντὶ χρημάτων ἤρων οἱ ἡγούμενοι, τὰ δὲ τῶν στρατιωτῶν οὐδεὶς ἦν ὁ ἀφαιρησόμενος. οἱ δ’ αὐτοὶ καὶ ἰσχυροὶ καὶ ἀνδρεῖοι καὶ τεχνῖται πολέμων καὶ οὐκ [*](3 μεθυσθῆναι καὶ ἐμέσαι? 6 αὑτὸν ex αὐτὸν corr P2 | αι in ταῖς et μάχαις in ras Ι2 τ μάχ ἀρκεῖ cum rasura sin- gularum litterarum U 7 ἤρκει? | βοηθῆσαι Μο sed βοῆσαι in marg | ᾤχοντο Mo, sed ω m2 corr ex ε, supra ο acutus itemque aliquid post o erasum (ἐχόντων?) ἔσχοντο Fabr 8 ὡς οὐ- δὲν χαλεπώτερον πεισόμενος Gasda | ἔμενε U οὐ] οὐδὲ. U 10 καὶ om V 11 γύναια Re perperam hanc lectionem in Α esse asserens 12 δὲ] γὰρ UIMo edd 13 οὔτε ΒΜ οὔτ᾿ UMo Fabr | ἥ in ras I2, εἴ UMo Fabr 14 καὶ om V | ταῖς inser P3 | τεκούσαις Re 15 τιμὰς V 11 ἐν om UMo 18 οὓς ex οἷς corr I2 οἷς U 20 ᾔει Re Anim | ὁ om Fabr)

252
ἐγάμουν, ἀλλ’ ὅπως μηδὲ δεήσονται γάμων, εὕρητο. οἱ δέ γε ἵπποι φέροντες τοὺς ἱππέας ἥδιστον μὲν <τοῖς> οἰκείοις [*](R 185) θέαμα, φοβερὸν δὲ τοῖς ἀντιπάλοις, καὶ | ἦν εἰρήνη παραινούντων ἑαυτοῖς τῶν βαρβάρων τὴν ἡσυχίαν ἄγειν.

εἰ δὲ δεῖ καὶ περὶ τῶν τὰ ἔθνη των ἀρχόντων εἰπεῖν, ἦρχον μὲν οἱ βέλτιστοι κριθέν- τες, τούτων δὲ οἱ μὲν ἐμμείναντες τῷ τρόπῳ κατεγή- ρων ἐν τοῖς θρόνοις, οἱ δὲ ἐκπεσόντες ἑαυτῶν ἀπέ- θνησκον, καὶ οὐκ ἦν παραίτησις. τοῦτ’ οὖν ἐποίει τοὺς νόμους κρατεῖν.

ἀλλὰ νῦν τρέχει μὲν ἐπὶ τὴν ἀρχὴν ὁ πρίασθαι δυνηθείς, μεταστρέφεται δὲ περι- σκοπῶν, μὴ οὐ πολλοὺς ἀπέχει σταδίους ὁ διαδεξόμε- νος. ὁμολογεῖ δὲ εὐθύς, ὡς ἧκε ληψόμενος, καὶ τοῦτο τῆς ἀρχῆς τὸ προοίμιον, ἐν δὲ τοῖς ἁπάντων ὀφθαλμοῖς τὰ πρότερον ἐν σκότει γιγνόμενα τολμᾶται, κἂν ἐξέλθῃ τῆς ἀρχῆς, μικρόν τι τοῦ παντὸς ἐξεμέσας τὸ πλέον κατέπεψε. βαρὺς οὖν ὁ τὰ μὲν μισῶν, τὰ δὲ θαυμάζων;

43. Εἶεν· εἰ δὲ δὴ καὶ τἄλλα με πάντα φίλον ἐποίει τοῖς παροῦσιν, οὐκ ἄν με καὶ μόνα τὰ περὶ τοὺς λόγους εἰκότως ἐξεπολέμωσεν; οἳ πάλαι μὲν ἤστραπτον, νῦν δ’ εἰσὶ σκοτεινοί, καὶ πάλαι μὲν [*](16 Ar. Ach. 6. Eq. 1148) [*](1 μὴ cum rasura duarum litterarum I | δεήσωνται CA ΡΒΜ Re 2 τοῖς inserui auctore Re Anim 6 ἀρχόντων delere vult Cobet l. l. 7 δὲ om Fabr 8 αὑτῶν Ι ἀυτῶν U 10 τρέχει μὲν scripsi eVUI in quo τρέχει inser m2, Μο Fabr, ut etiam Sintenis proposuit μὲν τρέχει CAPBM Re μέτα 11 περιστρέφεται Μ 12 σκοπῶν BM | ἀπέχει Fabr et Cobet l. l. ἀπέχῃ libri et Re 13 δ’ Re | ἥκει Gasda, fortasse recte 14 ἀρχῆς om Μο 15 πρότερον Mo, sed πρόσθεν in marg | γινόμενα VUIMo 18 ε in εἶεν in ras C v 20 τοὺς om Fabr | λαι in πάλαι in ras I2 πά cum rasura trium litterarum U)

253
εἷλκον τὴν πανταχόθεν νεότητα, νῦν δ’ οὐδὲν εἶναι κέκρινται.

ἀλλ’ οἱ μὲν ἐοικέναι δοκοῦσι πέτραις, εἰς ἃς ὁ σπείρων μαίνεται προσαπολλὺς τὴν σποράν. καρποὶ δ’ ἑτέρωθεν ἀπὸ τῆς Ἰταλῶν φωνῆς, ὦ δέσποινα [*](4) Ἀθηνᾶ, καὶ τῶν νόμων. | οὓς ἔδει πρότερον φέρον- [*](R 186) τὰς τοὺς ἐπισταμένους ἑστάναι πρὸς τὸν ῥήτορα βλέ- ποντας, ἀναμένοντας τό· ὦ οὗτος ἀναγίνωσκε. ἤδη δὲ καὶ ὑπογραφεῖς ἐν ταῖς μεγίσταις ἀρχαῖς, ὁ δὲ τὸ λέγειν ἀντ’ ἐκείνου μαθὼν ὑπ’ ἐκείνων τε καταγελᾶται καὶ αὐτὸς ὀδύρεται.

πολλοὶ δὲ πολλοῖς οὐσίας ἐκ συνηγοριῶν σεσωκότες ἐκπηδήσαντες ἐκ τῶν ρίων ὁπλῖται γεγένηνται, οὐ τῆς ἐκ τῶν χειρῶν δόξης ἐπιθυμοῦντες, ἀλλ’ εἰδότες, ὅτι δόρυ ἑλοῦσιν εὐθὺς ὑπάρξει γαμεῖν καὶ τὰ τῆς γυναικὸς ἐσθίειν, πολεμίου δὲ ἐπελθόντος ἐν ἀκμῇ μάχης ῥᾷστον ἀντὶ τῶν χειρῶν χρήσασθαι τοῖς ποσίν, ὡς οὐκ ἐσομένων εὐθυνῶν.

τῶν τοίνυν καλουμένων σημείων τρεψαμένων μὲν τὸν Ἑρμῆν, | τρεψαμένων δὲ τὰς Μούσας, τὴν δ’ οὖσαν [*](R 187) τοῖς περὶ ἐκείνας εὐδαιμονίαν εἰς αὑτὰ μεταθέντων, καὶ τῶν μὲν τεταπεινωμένων, τῶν δὲ τὰς γνάθους φυ- σώντων ἀγανακτεῖ τις, εἰ τῆς τέχνης ἀχρήστου μοι γεγενημένης ἀλγῶ;

[*](4 p. 178, 6 sq. et 193, 6 20 Dem. or. 19 § 314 p. 442, 16. Cf. IV 634, 24 R)[*](1 λκ in εἷλκον in ras Ι2, εἷ cum rasura trium litterarum U (videtur fuisse εἷλον, ut in Vat. 82) | ἁπανταχόθεν V | δὲ Re 5 φέροντας om Μο 8 ὑπογραφὴν Μο 9 ἐκείνου Μο | τε om UI 10 πολλὰς Β 13 εἰδότες ὅτι δόρυ Ι, sed ἐς ὅτι δο in rasura 5 litterarum m2 13 ὅτι om U | ἑλοῦσιν scripsi λέγουσιν libri Re δορυλἐγουσιν Fabr δεῦρο ἥκουσιν Gasda 15 δ’ Re 16 οὐκ om Β 18 δὲ ΒΜ 19 τοῖς] τ cum rasura unius et lacuna trium litterarum Β | αὐτὰ ΒΜΜο ἀυτὰ U 20 φυσσώντων UMo 21 τῆς om UI | μοι om Β)
254

47. Ἀλλ᾿ οὐχ ὑπὲρ ταύτης, φησί, μόνον άλ- γεῖς, ἀλλ’ ὅλως ἐπιλαμβάνῃ μὲν τῶν νῦν, ὑμνεῖς δὲ τὰ πρότερα καὶ περιεργάζῃ. τίνα, ὦ βέλτιστοι, παραβαίνων νόμον, τίνας ὑπερπηδῶν ὄρους τῇ περὶ ταῦτα λύπῃ ; πῶς ἀδίκημα γίγνεται τὸ τοῖς πράττουσι κακῶς συνάχθεσθαι; ἐγὼ μὲν γὰρ χρηστό- τητος εἶναι νομίζω τὸ μὴ μόνον ὑπὲρ τῶν οἰκείων ἀνιᾶσθαι κακῶν, ἀλλὰ κἀν τοῖς ἑτέρῳ συμβαίνουσι ταὐτὸ ποιεῖν.

καὶ οἶδα πολλοὺς οὐ μόνον τοὺς καθ’ αὑτούς, εἰ ἀτυχοῖεν, ἐλεοῦντας, ἀλλὰ κἀν ταῖς τῶν τραγῳδιῶν ἀναγνώσεσι δάκρυα κατὰ τῶν βιβλίων ἀφιέν- τὰς. πῶς οὖν οὐχὶ καὶ τούτους κακίζετε;

ῥᾴδιόν γέ τοι πρὸς αὐτοὺς λέγειν· τί δὲ ὑμῖν μέλει τῶν Νιόβης τέκνων, ἢ ε ἴ τις Κάδμου θυγάτηρ τὸν αὑτῆς ἀπέκτεινε; Λάϊος δὲ ὑμῖν πατήρ; Οἰδί- πους δὲ ἀδελφός; Ἑκάβη δὲ μήτηρ; Κρέων δὲ ὁ Κορίνθιος θεῖος; Γλαυκὴ δὲ ἀνεψιά; πρῴην Ἱππόλυτον τὸν Εὐριπίδου θρήνων οὐκ ἠξίωσα τοσού- των, ὅσωνπερ ἄν, εἰ παρῆν καὶ ἑώρων τὸ πάθος; τί [*](1 φασι Fabr 2 ὅ ὡς cum rasura unius litterae U 3 ὑμεῖς Μο | περιεργάσῃ Μο | οὖν Fabr 4 βέλτιστε ΒΜ | νό- ω ο μον Α νόμων Ρ | νόμους Μο sed ὅρους in marg 5 γίνεται ΒΜV 6 κακῶς πράττουσι Re πράγμασι κακοῖς Fabr | ἐγὼ — 9 ποιεῖν] fortasse ex hoc loco libavit auctor florilegii, quod suum in usum convertit Maximus confessor serm. VI 550 Comb. e quo hauserunt Antonius meliss. I 24, Michael Apostol. prov. XV 81d. Arsen. viol. XLVII 14) Λιβανίου· Συγχαίρειν χρὴ τοῖς φίλοις καλῶς πράττουσιν, ὡς καὶ συναλγεῖν λυπουμένοις | η alte- rum in χρηστότητος in ras Ι2 χρηστότ τος cum rasura unius litterae (α) U 8 ἀυτοῖς Μο sed κἀν τοῖς in marg 9 τὰ Fabr 10 αὐτοὺς Μο | τύχοιεν ΒΜ 11 ἀφέντας Β 13 μέλοι Β 16 ἀυτῆς U αὐτῆς I 16 Ἐπικάστη? 17 πρόην δὲ UI 18 ι prius in εὐριπίδου in ras I2 | οὐκ om V et delere vult Gasda 19 ὅσων ΒΜ | εἰ παρῆν] εἴπερ ἦν U (sed ερ erasum) ΙΜο Fabr)

255
οὖν οὐκ ἐγκαλοῦμαι ταῖς | πρὸ τῶν Τρωικῶν συμ- [*](R 188) φοραῖς πληττόμενος;

ὑμεῖς δέ, ὦ πρὸς Διός, νέων ἐκφερομένων καὶ πατέρων ἀκολουθούντων συνεκφέρον- τες οὐ θρηνεῖτε, καὶ ταῦτα οὐδεμιᾶς ἀναγκαζούσης συγγενείας; τοὺς ἐπιτιμῶντας οὖν εἰκότως ἂν ἔχοιτε. καὶ μὴν ἐν εὐεργέταις οἷς ταῦτα εἰσενηνόχατε γονεῦσιν ἠρίθμησθε.

εἰ δ’ οὐδὲν δεινὸν τὸν οὐ προσήκοντα ἀποθανόντα δακρύειν, πῶς δεινὸν τοὺς ζῶντας ἐν ὁδύ- ναις, ὃ πολὺ τοῦ θανάτου πικρότερον; εἰ δ’ ἄξιον ἀθυμεῖν κακώς φερομένης πόλεως, διὰ τί μὴ καὶ ἔθνους; εἰ δὲ ἑνός, διὰ τί μὴ καὶ πλειόνων;

ἀλλ’ ἐμοὶ μὲν τοὺς συναχθομένους, εἰ καὶ πλεῖστον ἀπέ- χοιεν τῶν περὶ λόγους, φιλῶ, τοὺς δ’ ἐν ἑτέροις τας εἰ μὴ τῶν αὐτῶν ἀξιοίην, οὐκ ἀδικήσω; οὐκ ἐσμὲν Κύπριοι οὐδέ, σὺν Ἀδραστείᾳ δὲ εἰρήσεται, τῷ σεισμῷ κατενεχθεῖσαν ἐπείδομεν τὴν πόλιν, ἀλλ’ ὅμως οἰμω- γαὶ | καὶ ὀδυρμοί, καὶ ὦ πόλεις, ποῦ ποτε ἄρ’ [*](R 189) ἐστέ; πολλῶν ἦν ἀκούειν λεγόντων, καὶ οὐδεὶς ἐπέ- πληξεν, εἰ τοσαύτῃ τῆς νήσου διειργόμενοι τῇ θαλάσσῃ μετέχειν τῆς συμφορᾶς ἐνομίζομεν.

τί οὖν αὐτοῖς [*](8 Menand. monost. 296 Μ Philem. com. fr. IV 63 (109) Μ. III 532 (202) Κ. 15 Zosim. IV 18 ?) [*](3 ἐκφερομένων] ἐπὶ ταφὴ ὅθεν καὶ ἐκφορά V) [*](1 συμφορῶν Fabr 6 μέν Μο 7 δὲ ΒΜ 9 δὲ ΒΜ 10 φυομένης Μο | τῆς πόλεως U 11 δ’ BM | διατί Β 13 δὲ ΒΜ 14 οὐκ delere vult Re 15 οὐδέ om Fabr 16 επ in ἐπείδομεν in ras Ι2 οὐκ ἐπ Fabr 17 ποτ’ Re | ἄρα BUIMo Fabr 18 ἦν ἂν UI 19 τοσαύτης Fabr | διειργο- μένης Fabr | τῇ om Β | θαλάττῃ ΙΜο Fabr 20 αὐτῶν Β)

256
ἡ περιεργία βούλεται; οὐκ εἰμὶ μὲν τῶν δυνάμεων ἡγεμὼν οὐδὲ ἐκοινώνησα τῶν ἐν Θρᾴκῃ παρατάξεων οὔτε ὡς στρατηγὸς οὔτε ὡς στρατιώτης, ἀλλ’ οὐδ’ ἂν ἀπὸ δένδρου ποθὲν ὑψηλοῦ τὴν θέαν ἤνεγκα ἂν τῆς μεγάλης ἐκείνης μάχης, ἀλλ’ ὅμως ἀκούσας τῆς συμ- βολῆς τὸ πέρας τό τε μέτωπον ἔπληξα καὶ τῶν τριχῶν ἔτιλα καὶ τὰς αἰτίας πρὸς ἐμαυτὸν ἐξήτασα τῶν κακῶν, ὧν τῆς ὑστεραίας καὶ πρὸς ἄλλους ἐμνήσθην. ἡμάρ- τανον οὖν τούτοις; καὶ τίς ὁ τοῦτο φήσων;

54. Οὐ βουλεύω μέν, ἀλλ’ ἀφεῖμαι ταῖς περὶ τοὺς λόγους φροντίσιν, ἄχθεσθαι δὲ ἔξεστί μοι καὶ τῇ τῶν βουλευόντων πενίᾳ καὶ τῷ τῶν τοῖς ἄρχουσιν τούντων πλούτῳ, ὧν ἔνιοι πέρυσι κρέα πωλοῦντες, οἱ δὲ ἄρτους, οἱ δὲ λάχανα ταῖς ἐκείνων οὐσίαις μεγάλοι γεγένηνται περὶ τιμῆς οὐδὲν διενεχθέντες· τοσοῦτος | [*](R 190) αὐτοῖς ἐστιν ὁ χρυσός.

οἱ δὲ καὶ τῷ μεγέθει τῶν οἰκιῶν λυποῦσι τοὺς γείτονας οὐκ ἐῶντες τῆς ρας ἀπολαύειν καθαρῶς. εἶτ’ ἐκεῖνοι μὲν οὐδὲν ἀδι- κεῖν σοι δοκοῦσι τῇ μεταβολῇ καὶ ταῖς τῶν πραγμά- τῶν διορυχαῖς, εἰ δέ τις ἐπὶ τούτοις οὐ δύναται σιω- πᾶν, φορτικὸς οὗτός ἐστι καὶ βαρύς;