Oratio 2
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
Ὡς δὲ βαρύς, ὡς δὲ ἐπαχθής, εἴρηταί τισι περὶ ἡμῶν. ὁ δ’ ἀπαγγέλλων Ἀνδρόμαχος ἦν ὀμνύς, ἐπιστεύετο δ’ ἂν καὶ οὐκ ὀμνύων καλός τε ὢν κἀγα- θὸς καὶ ἡμῖν ἑταῖρος καὶ οὐχ ἡδέως τὰ τοιαῦτα ἀκού- σας· οὕτω πλεῖστον ἀπεῖχε τοῦ | τὰ οὐκ εἰρημένα πλά- [*](R 172) σᾶι ἄν ποτε κατ’ ἐμοῦ. προκαλοῦμαι τοίνυν αὐτοὺς εἰς ἔλεγχον καὶ ἀξιῶ δεῖξαι τοῖς εἰρημένοις ἀληθείας τι μετόν· ἀλλ’ οὐχ ἕξουσι.
2. Καὶ πρῶτον μὲν ἐκεῖνο θαυμάσαι τις ἂν δικαίως, πῶς εἰς τὸν παρελθόντα χρόνον οὕτως ὄντα μακρὸν οὐκ ἦλθε ταυτὶ τὰ ἐγκλήματα. ἕτερα μὲν γὰρ εἴρηται πολλὰ ψευδῆ μὲν καὶ αὐτὰ καὶ παρὰ ἀνθρώ- πων ἐχθρῶν, οἷς αἰσχύνεσθαί τε ὕστερον συνέβη καὶ μόνον οὐκ εἰς γόνυ κατενεχθεῖσιν ἱκετεύειν συγγνώμην ἔχειν αὐτοῖς μωράνασι, καὶ ἔσχον, τουτὶ δὲ νῦν εἰσῆλ- θεν ἀναμεῖναν ἕβδομον καὶ ἑξηκοστὸν ἔτος.
οὐ γὰρ δὴ ἔστιν εἰπεῖν, ὡς λεγόμενον ἐλάνθανεν, ὥσπερ οὐδὲ τἄλλα. τῆς τε γὰρ τῶν λεγόντων ἀσελγείας ἦν μὴ κρύπτειν, εὖνοί τε ἡμῖν πολλοί, παρ’ ὧν ἂν ἐπυνθα- [*](R 173) νομὴν.
| τὶ οὖν; χρὴ νομίζειν, ὅτι νεώτερος μὲν ὤν ἠπιστάμην σωφρονεῖν, προιούσης δὲ τῆς ἡλικίας διεφθάρην; ἀλλὰ τοὐναντίον εἰκὸς ἦν, λῆξαί με νῦν, εἰ καὶ πρότερον ἐπαχθὴς ἦν. δεινὸς γὰρ παιδεύειν καὶ ἐπανορθοῦν ὁ χρόνος.
ἀλλ’, οἶμαι, τοιοῦτόν ἐστιν· ἅπαντα τἄλλα διεξεληλυθότες, καθ’ ἕκαστον αὐτῶν ἐρυ- θριάσαντες, ἐπειδὴ σιγᾶν οὐ δύνανται, φροντίσαντες οὐδέν, εἰ μηδὲν ἐροῦσι πιθανόν, ἐπὶ τοῦτο ἐξηνέχθη- σὰν, ὅπως αὐτοῖς φεύγουσι τὰς ἐμὰς συνουσίας εἴη λόγος.
6. Βαρὺς ἐγώ; τί οὖν ἔστιν ἀκούειν τῶν ἐπὶ τῶν ἐργαστηρίων, ὁπότε παρίοιμι, λεγόντων; οὐχ ὁ μέ- [*](1 θαυμάσαι Α in marg αὐτοὺς ἔροιτο CAV et in marg P3 et Μο Re | τίς ΡΜο 4 παρ’ ΒΜΙΜο edd 6 μόνον ουκ eraso acuto et spiritu leni Α μονονοὺκ CB 7 ὢ in μωράνασι in ras Ρ2 9 ἐλάνθανεν ἄν Monnier 10 τἆλλα C et m. rec. in τἆλλα corr A 11 ante πολλοὶ duae litterae (sine dubio quae in Vat. 82, οἱ) erasae inI 12 τί — 13 ἠπιστάμην Μο2 in marg | τί οὖν χρὴ libri Fabr corr Re 14 με Μο in marg et m. rec. corr e μὲν Α et P2 in ras μὲν VMo 17 καὶ ante καθ. V et Fabr καθέκαστον V)
ποῦ τοίνυν ὁ βαρύς; ἐν τοῖς πρὸς τοὺς ἄρχοντας; ἀλλ’ ἴσασιν ἅπαντες, οἷ τε εἰσιὼν καθιζάνω παρὸν ἔς τι κάλλιον, καὶ μεθ’ ὧν ἀπαντῶ καὶ προπέμπω, καὶ τίνων ἀποσχιζόμενος, ὧν ἑλκόντων με παρ’ | ἑαυτοὺς πολλάκις οὐδὲν μᾶλλον [*](R 174) ὑπακούσας φαίνομαι.
καὶ τί ταῦτα λέγω, λέγειν ἔχων τὸ γραμματεῖον ἐκεῖνο, ὃ διεωσάμην, ὅπως μὴ σεμνότερος γεγενῆσθαι δόξαιμι; καίτοι γε ὑπῆρχε λα- βόντι δεινὰ πάσχειν λέγειν οὐχὶ βαδιζόντων παρ’ ἐμὲ τῶν τὰς ἀρχὰς ἐχόντων καὶ θορύβου γε ἐμπιπλάναι τὰς τῶν ἀρχόντων καταγωγάς, ὁπότε παρ’ αὐτοὺς ἐρ- χοίμην. ἀλλ’ οὐδέτερον ἐβουλήθην οὐδέ γε ἡγησάμην μέγα οὐδὲ ταῖς διὰ τὸν τρόπον μου τιμαῖς | ἠξίωσα [*](R 175) προσθεῖναι τὰς ἀπ’ ἐκείνων τῶν γραμμάτων.
ἠθέ- λησεν Ἀρχέλαος ὁ γέρων ἐλθεῖν ὡς ἐμέ, διεκώλυσα· Δομνίκος μετ’ ἐκεῖνον, καὶ τοῦτο ἐκώλυσα προαισθό- [*](13 Cf. Eun. vit. p. 7, 23 sq. cum nota 21 Ι 161, 5 sq.) [*](5 μ in μου in ras I2 οὐ cum rasura unius litterae ante o U που ΒΜΜο Fabr 7 signum interrogationis posui auc- tore Cobet Mnem. V 103 (= Coll. crit. 99) 8 ἅπαντες om U, inser Ι2 | οἰός Fabr 9 παρ’ ὧν A (posteriore manu aliquid de ω rasum est) CPBMV et in marg Μο παρὼν Fabr ἔς τι] ἐστι CAPBMV εἴς UIMo Fabr 10 ἀπαντῶ Ι | ὧν om Fabr ὡι U ὡς Ι 12 πάντα CAPV et in marg Μο 13 διεωσάμην e διεσωσάμην corr CAP2I2 διεσωσάμην Μο in marg 22 Δομνῖνος Fabr)
10. Ἀλλὰ βαρύς εἰμι τοῦ γένους μεμνημένος. ἐμοὶ δὲ ὑπῆρχε μὲν πλὴν ὀλίγων κομιδῆ λέγειν πρὸς ἅπαντας, ὡς ἕνεκα γένους οὐδ᾿ ἀντιβλέπειν ἔχοιεν ἂν πρὸς ἐμέ, εἶπον δὲ οὐδεπώποτε οὐδὲ ἐπήρθην ταῖς εἰκόσιν αὐτῶν οὐδὲ ταῖς λειτουργίαις, ἀλλ’ ἀρκεῖν ἡγησάμην τὸ ταῦτα ἡμῖν συνειδέναι τὴν πόλιν, τοῖς δ’ ἄλλοις ὡς οὐδὲν φαυλοτέροις εἰς γένους λόγον ὁμιλῶν τελῶ.
πάππου δὲ καὶ ἐπιπάππου μνησθῆναι μὲν ὁμολογῶ καί πολλάκις, μνησθῆναι δὲ οὐκ ἐπὶ τούτοις, ἀλλ’ ὅτι τῷ μὲν καὶ μαντικὴ γένοιτο τέχνη πρὸς ἐτἐ- ροις ἀγαθοῖς, παρ’ ἦς προμάθοι τὸ βιαίως αὐτῷ τοὺς [*](R 176) υἱεῖς ἀποθανεῖσθαι | τοὺς καλούς, θατέρου δὲ τὴν περὶ τοὺς παῖδας ἐπιμέλειαν πολλάκις διηγούμην· δι’ ἣν ἦλθε μὲν εἰς Ἀπάμειαν αὐτός, ἤγαγε δὲ πολ- λοῖς χρήμασι σοφιστοῦ σθένος, ἀπέφηνε δὲ θαυμαστοὺς [*](9 cf. p. 80, 10 sq. 16 cf. p. 81, 4 sq.) [*](2 αὐτὸς Μο (sed in marg αὐτὸ) edd | καὶ in marg Μο ω num ἤκουσε καὶ αὐτὸς? 3 Σαππῶραι Re βίκτορες Α num Βίκτορες? | ος in ἀρρωστοῦντος Ρ5 in ras 4 εῖ in φυγεῖν in ras I2 7 μεμνημένος; Re 8 μὲν om U inser I2 | κο- μιδῆι AC 10 οὐδὲ πώποτε libri edd | οὐδὲ] δὲ Β 11 ι alte- rum in λειτουργίαις ex ει corr I2 14 ἐπιπάππου γράφει Λιβάνιος lex. Vindob. s. ν. p. 57, 3 15 καὶ om Re 16 τέχνη om U 17 η in ἧς in ras Ρ2 18 υἱεῖς] ὡς εἰς Μο 21 σοφι- στῶν σμῆνος MSchmidt Philol. Χ 409 at cf. 86, 12)
12. Ἐν τοίνυν τῇ νεότητι διεφύγομεν ἃ μὴ πάνυ ῥᾴδιον, καὶ τούτου μάρτυρες πρὸς τοῖς πάντα ἐπιστα- μένοις θεοῖς εἰσί μοι τῶν ἡλικιωτῶν οἱ ζῶντες ἔτι, νῦν μὲν σαπροί, τότε δὲ ἠνθοῦμεν. ἠνώχλησα οὖν ἐγὼ τῇ μνήμη τῆς σωφροσύνης; εἶπον ἄξιος εἶναι διὰ τοῦτο τιμῶν; ἢ οὓς ἐξῆν μάρτυρας καλεῖν, ἐκάλεσα;
εἰ δὲ μὴ τοῦτο, τῶν περὶ τοὺς λόγους ἐμνημόνευσα πόνων ἢ τῶν ἐνταῦθα ἢ τῶν ἑτέρωθι; ἢ ὡς ἀγόμενος Ἀθήνησιν ὑπὸ τῆς ἀρχῆς ἐπὶ τὸν θρόνον ἔφυγον; των οὐκ οὔσης ἀνάγκης ἐμνημόνευσα, λαμπρύνων λως ἐμαυτόν; οὐκ ἔστι, παρακλήσεως δὲ εἵνεκα τοῖς νέοις πολλάκις· ᾧ τοὔνομα τοῦτο ὁ βαρὺς ἥκιστα ἂν προσήκοι.
14. Ἀλλὰ τοὺς παρ’ ἑτέρων λόγους ὄντας ἢ σπουδαίους ἢ οὐ τοιούτους ἐκβάλλω ταῖς εἰς ἐμαυτὸν εὐφημίαις· ἐγὼ τὸν δεῖνα σοφιστὴν ἐνί- [*](12 or. Ι § 24 sq.) [*](14 ἕνεκα καὶ εἵνεκα Πλατῶν, Δημοσθένης καὶ οἱ ἄλλοι, Θουκυδίδης δὲ ἀεὶ ἕνεκα Β2 (= Thom. Μ. s. ν. ἕνεκα p. 151, 4). 19 λέγων δηλονότι V) [*](2 διεξῄει Μο 4 διέφυγον μὲν Cobet Mnem. V 103 (Coll. crit. 99) 8 ἄξιοσ 1, sed σ in ras ἄξιον BMU | διατοῦτο ΒΜΙ Μο 9 καλεῖν μάρτυρας V 10 τῶν] rasura duarum lit- terarum U | ημο in ἐμνημόνευσα in ras I2 12 Ἀθήνησεν Re | τούτων Ι sed acutus et ω in ras m2 14 ἕνεκα Fabr 15 πολλάκις τοῖς νέοις V | ᾧ] ὥστε? | ἥκιστ’ V 17 ἑτέρους U | ους οι σπουδαίοις Μο 18 τοιούτους Μο 19 post εὐφημίαις signum interrogationis delevi cum Gasda)
οὐχ ἑτέρων ταῦτα ἀπαγγελλόντων μεμαθήκατε; εἰ δ’ οὐκ ἀπήγγελλον, ἠγνοεῖτ’ ἂν ἕνεκά γ ἐμοῦ τὰς νίκας. ἐπεὶ καὶ περὶ τῶν εἰκόνων καὶ ὧν ὑπὲρ [*](9) αὐτῶν ἔγνωσαν οὐ μικραί τινες οὐδὲ ὀλίγαι πόλεις, οὔπω [*](R 177) μὲν | ἀκηκόατε, πεύσεσθε δ’ ἴσως, οὐ μὴν ἐμοῦ γε γοντος.
καίτοι τοιούτου γε οἷονπερ οἵδε φασὶν ἀνθρώπου τί ποτ’ ἦν; πάντα τόπον καὶ καιρὸν ἐμπι- πλάναι τῶν τοιούτων ῥημάτων καὶ ἡμέρας γε ἑκάστης, τοτὲ πρὸ μεσημβρίας, τοτὲ μετ’ ἐκείνην.
17. Καὶ μὴν καὶ ὅστις γε εὖ ποιήσας πολλάκις μνημονεύει τῆς χάριτος, βαρύς, εἴπερ ἐγγὺς μὲν τοῦτο τοῦ ὀνειδίζειν, λυπηρὸν δὲ ἐκεῖνο. σκοπῶμεν τοίνυν, εἰ μὴ εὖ πεποίηκα τὴν ἐμαυτοῦ, δεσμὸν μὲν ἰσχυρὸν ἀπορρήξας, ᾧ με κατέδησε βασιλέως ψῆφος οὗ πάντες [*](4 cf. or. Ι § 25 19 cf. p. 120, 5; 132, 5 sq.) [*](11 οὐ καλῶς ἔχει V) [*](1 ἀπεστόμισα Μο | κατέβαλλον UI 3 τῇ Διονύσου? i. e. Nicaea cf. p. 107, 8 5 κατέστησαν eraso ν Μο 6 ταῦτ’ V | ἐλλὸν ἐπαγγελλόντων Μο 7 ἀπήγγειλον Μο | γέ μου A et in γε ἐμοῦ corr P2 10 δὲ Re 11 τοιούτου scripsi τοῦτο libri Fabr τοῦ Re | οἶδε V 12 loco vocis ἀνθρώπου rasura quattuor litterarum in U | ἐμπιπλάναι in marg, ἐμπιμπλάναι in textu Μο 13 τοῖον in τοιούτων in ras P3 | γε om U inser Ι2 14 τοτὲ scripsi bis cum ι τὸ τὲ U τό τε reliqui libri edd | ρο in πρὸ in ras P3 15 μὴν καὶ om U καὶ in ras I2 16 βαρύς Fabr Re βαρὺ libri 19 οὗ] οὐ Μο ὃν Ι Fabr)
Ἀλλ᾿ ἡ βάδισις φορτική. ποία, πλὴν εἰ τὴν παρὰ τοῦ νοσήματος λέγοι τις; ἀλλὰ τὸ βλέμμα, ἀλλ’ αἱ ὀφρύες, ἀλλ᾿ ἡ φωνή. οὐ τὸν ἐπίχαρίν με καλεῖν εἰώθατε; ταῦτ’ οὖν οἷόν τε τὰ ὀνόματα συνελθεῖν, ὥστε τὸν αὐτὸν τοῦτό τε καὶ βαρὺν ἐν δίκῃ καλεῖσθαι;