Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

Τῶν τοίνυν ἐν μέσῳ μοι γιγνομένων ἐπιδεί- ξεων συχνῶν τε οὐσῶν καὶ οἵων ἐφέλκεσθαι νέους νεανίσκος πολλὰ | δεῖπνα δεδειπνηκὼς ἐπὶ τῷ σώματι [*](R 69) μισθῷ μεγάλῳ παρὰ τοῦτον τὸν βασιλέα δραμὼν δυοῖν γυναίοιν ἔφη με κεφαλὰς ἀποτεμόντα κεκτῆσθαι τῇ μὲν ἐπ’ ἔκρινον χρώμενον, θατέρᾳ δὲ ἐπὶ τὸν πρε- σβύτερον. ἦν δὲ τοῦ ψεύδους ὁ μισθὸς συγκοίμησις ὀρχηστοῦ τινος πάντα πειθομένου τοῖς ἀμφ’ ἐκεῖνον τὸν σοφιστήν. εἰ μὲν δὴ καὶ ἐκομίσατο τὸν μισθόν, ὅ τε λαβὼν ὅ τε δοὺς οἶδεν, ἐφ’ ᾧ δ’ οὖν ἐτόλμα ἅπερ ἐτόλμα, τοῦτο ἦν.