Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ γὰρ αὖ πρὸς τοῖς ἰδίοις ζάλη τις κατειλήφει τὸ κοινόν, ὀργὴ βασιλέως εἰς φόνον προελθοῦσα· καὶ οἱ μὲν ἔκειντο, τοὺς δὲ ὡς κτείνειεν, ἔδησεν, ἅπαντας ἀγαθούς· ἐν οἷς καὶ τὸν ἐμαυτοῦ διδάσκαλον ἑώρων· ἦλθον γὰρ δὴ οὗπερ ἐδέδεντο, καὶ τὸν οὐδὸν ὑπερβὰς πεσὼν ὠλοφυρόμην ἐν πᾶσιν ὀδυρομένοις. καὶ τῆς ὑστεραίας ἐλέλυντο καὶ ἐγένετο δόξα συνεισελθεῖν τινά μοι τῶν βελτιόνων δαιμόνων, ὑφ’ οὗ στορεσθῆναι τὰ κύματα.